1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

56

τίθησι διὰ μέσου τῆς σκηνῆς διαιρῶν αὐτὴν εἰς δύο χώρους. 5.36 Εἰς τὸν δὲ ἐσώτερον χῶρον ἡ κιβωτὸς τοῦ ἱλαστηρίου ἦν κειμένη καὶ καλυπτομένη ὑπὸ τοῦ καταπετάσματος καὶ μὴ ὁρωμένη ὑπό τινος. Τύπος δὲ ἦν τὸ ἱλαστήριον τοῦ ∆εσπότου Χριστοῦ κατὰ σάρκα, καθά φησιν ὁ Ἀπόστολος· "Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον ἐν τῷ αὐτοῦ αἵματι." Καὶ πάλιν ὁ ἀρχιερεὺς τύπος ἦν καὶ αὐτὸς τοῦ ∆εσπότου Χριστοῦ. Ὥσπερ γάρ, φησίν, ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσέρχεται εἰς τὴν ἐσωτέραν σκηνήν, οὕτως καὶ ὁ Χριστὸς "ἅπαξ εἰσῆλθεν εἰς τὰ Ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος." Ταῦτα δὲ μέμνημαι πολλάκις εἰρηκώς. Ἐστὶ δὲ ἡ διαγραφὴ τῆς κιβωτοῦ τοῦ ἱλαστηρίου οὕτως. Παραγραφή 5.37 Ζαχαρίας τοίνυν καὶ Ἀβιὰ ἱερεῖς ἦσαν ἀμφότεροι, εἷς παρὰ εἷς, κατ' ἐνιαυτὸν εἰσερχόμενοι τὴν ἄφεσιν ποιήσασθαι. Ἔλαχεν οὖν κατὰ τὸν καιρὸν τοῦ συλληφθῆναι τὸν Κύριον ἱερατεύειν τῷ Ζαχαρίᾳ, καὶ εἰσελθών, καθὰ γράφει ὁ Λουκᾶς, εἶδεν ὀπτασίαν ἀγγέλου, ὃς καὶ εἶπεν αὐτῷ· "Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει σοι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην", τοῦτο αὐτῷ αἰνιττόμενος ὅτι· Εἰσῆλθες μὲν ἐνταῦθα παρακαλῶν ἄφεσιν ἁμαρτιῶν λαβεῖν τῷ λαῷ, ἰδοὺ οὖν εὐαγγελίζομαί σοι ὅτι πληροῦται τὰ τῆς σῆς προσευχῆς· γεννᾶται γάρ σοι υἱὸς ἐκ τῆς Ἐλισάβετ, ὅστις πρόδρομος τυγχάνει τοῦ τὴν παντελῆ ἄφεσιν τῷ κόσμῳ χαριζομένου. 5.38 Ἀμέλει αὐτὸς ὁ Ἰωάννης δακτυλοδεικτῶν τὸν ∆εσπότην Χριστὸν ἐβόα· "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου", ἵνα εἴπῃ· Ὁ τὴν θνητότητα καὶ τὴν φθορὰν καὶ τὴν τροπὴν ἀναιρῶν καὶ ἐξαφανίζων καὶ ποιῶν ἡμᾶς ἀθανάτους καὶ ἀφθάρτους καὶ ἀτρέπτους, μὴ ἐπιδεχομένους ἔτι ἁμαρτεῖν. Ἡ σκηνὴ κατακεκαλυμμένη 5.39 Ἡ δὲ αὐλὴ τῆς σκηνῆς μῆκος πηχῶν ἑκατόν, στύλους ἔχουσα εἴκοσι, καὶ πλάτος πηχῶν πεντήκοντα, ἔχουσα στύλους δέκα. Καὶ τὸ πλάτος τὸ πρὸς ἀνατολὰς τῆς σκηνῆς τρεῖς καὶ τρεῖς στύλους ἔνθεν κἀκεῖθεν προστάττει γενέσθαι, καὶ τὰ ἱστία, ὡσανεὶ τὰ ἱμάτια, ἐκ βύσσου μόνης πρὸς δεκαπέντε πηχῶν ἐκτεινόμενα ἐπὶ τοὺς τρεῖς καὶ τρεῖς στύλους, καὶ τοὺς ἄλλους τέσσαρας στύλους εἰς πύλην γίνεσθαι εἰσόδου τῆς αὐλῆς, ἧς τὰ ἱστία ἐκ τῶν τεσσάρων χρωμάτων προστάττει ἔσεσθαι ποικίλα· ὅλα δὲ τὰ ἱστία τῆς αὐλῆς ἐκ βύσσου καὶ μόνης· τὸ δὲ ὕψος αὐτῶν πήχεις πέντε. Κρίκους δὲ καὶ πασσάλους καὶ σχοινία, ἐν οἷς ἀπετείνοντο ἥ τε σκέπη τῆς σκηνῆς καὶ τὰ ἱστία τῆς αὐλῆς, κελεύει κύκλῳ τῆς τε σκηνῆς καὶ τῆς αὐλῆς. Καὶ ἦν φοβερὸν καὶ ἐνάρετον θέαμα πάσης τῆς σκηνῆς. 5.40 Ἔστιν οὖν διαγράψαι κατὰ τὸ ἐνδεχόμενον καὶ ταῦτα οὕτως, ὡς ἐν τάξει τῶν λεγομένων παπυλιώνων. Ἐνταῦθα τὴν αὐλὴν καὶ μέσην τὴν σκηνὴν διεγράψαμεν, ἐσκεπασμένην καὶ ἀποτεταμένην τοῖς κάλοις εἰς τοὺς πασσάλους, καὶ τὴν εἴσοδον τῆς αὐλῆς κατὰ ἀνατολὰς ἐκ τῶν τεσσάρων χρωμάτων ἔχουσαν τὰ ἱστία, τῆς δὲ ὅλης αὐλῆς ἀπὸ βύσσου καὶ μόνης. Παραγραφή 5.41 Ἴσως ἐρεῖ τις πάλιν· ∆ιατί ἐν τῇ ἀνατολῇ προσέταξεν ὁ Μωϋσῆς γενέσθαι τὴν εἴσοδον τῆς σκηνῆς καὶ τὴν ἐσωτέραν σκηνήν, τουτέστι τὰ Ἅγια τῶν ἁγίων, ἐν τῇ δύσει; Ἀκούσεται ὁ τοιοῦτος συντομώτατα· Ἐπειδήπερ ἐκμαγεῖον τοῦ παντὸς κόσμου τὴν ὅλην σκηνὴν προσετάγη ποιῆσαι παρὰ τοῦ Θεοῦ κατὰ τὸν τύπον τὸν δειχθέντα αὐτῷ ἐν τῷ ὄρει, οὕτως καὶ πεποίηκεν, ἅμα δὲ καὶ συνέγραψεν ὡς πλάσας τὸν ἄνθρωπον ὁ Θεὸς τὴν ἀρχὴν τῆς εἰσόδου αὐτοῦ τὴν ἐν τῷ κόσμῳ εἰς ἀνατολὴν ἐποιήσατο, καὶ οὕτως κελεύει κατὰ πρόσβασιν αὐξανόμενον καὶ πληθυνόμενον ἐπεκτείνεσθαι καὶ πληροῦν πᾶσαν τὴν γῆν ἕως δυσμῶν· διὰ τοῦτο ἡ θύρα τῆς σκηνῆς ἐξ ἀνατολῶν ἐγένετο, ἡ δὲ ἐσωτέρα σκηνή, τουτέστι τὰ Ἅγια τῶν ἁγίων, ἐν τῇ δύσει ἐγένετο. 5.42 Ἐπειδὴ πάλιν καὶ αὐτὴ ἐκμαγεῖον ἦν τῶν οὐρανίων μονῶν, ἐπ' ἐσχάτου δὲ τῶν χρόνων ὡρίσθη ἀναδείκνυσθαι διὰ τοῦ ἀρχιερέως καὶ παμβασιλέως καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ὕστερα ἐπὶ δυσμὰς ἐγένετο. Ἐπειδὴ ἀπὸ τῆς ἀνατολῆς ἤρξατο γίνεσθαι ὁ κόσμος τῶν ἀνθρώπων καὶ κατὰ πρόσβασιν ἐπὶ δυσμὰς