59
πάσαις ταῖς καταπαύσεσι πάντας τοὺς λίθους τῶν αὐτόθι, τοὺς ἐκ τῶν ὀρέων ἀποκλωμένους, γεγραμμένους γράμμασι γλυπτοῖς ἑβραϊκοῖς, ὡς αὐτὸς ἐγὼ πεζεύσας τοὺς τόπους μαρτυρῶ. Ἅτινα καί τινες Ἰουδαῖοι ἀναγνόντες διηγοῦντο ἡμῖν λέγοντες γεγράφθαι οὕτως· "Ἄπαρσις τοῦδε, ἐκ φυλῆς τῆσδε, ἔτει τῷδε, μηνὶ τῷδε", καθὰ καὶ παρ' ἡμῖν πολλάκις τινὲς ἐν ταῖς ξενίαις γράφουσιν. 5.54 Αὐτοὶ δὲ καί, ὡς νεωστὶ μαθόντες γράμματα, συνεχῶς κατεχρῶντο καὶ ἐπλήθυνον γράφοντες, ὥστε πάντας τοὺς τόπους ἐκείνους μεστοὺς εἶναι γραμμάτων ἑβραϊκῶν γλυπτῶν εἰσέτι καὶ νῦν σῳζομένων διὰ τοὺς ἀπίστους, ὡς ἔγωγε οἶμαι. Ἐξὸν δὲ τῷ βουλομένῳ ἐν τοῖς τόποις γενέσθαι καὶ θεάσασθαι, ἤγουν ἐρωτῆσαι καὶ μαθεῖν περὶ τούτου ὡς ἀλήθειαν εἴπαμεν. Πρώτως οὖν Ἑβραῖοι παρὰ τοῦ Θεοῦ σοφισθέντες καὶ γράμματα διὰ τῶν λιθίνων πλακῶν ἐκείνων παραλαβόντες καὶ μεμαθηκότες τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ γειτνιῶσι τοῖς Φοίνιξι παραδεδώκασι κατ' ἐκεῖνο καιροῦ, πρώτῳ Κάδμῳ τῷ Τυρίων βασιλεῖ, ἐξ ἐκείνου παρέλαβον Ἕλληνες, λοιπὸν καθεξῆς πάντα τὰ ἔθνη. 5.55 Ἐστρατοπέδευον δὲ ἐν τῇ ἐρήμῳ κατὰ τὴν τάξιν τὴν δοθεῖσαν αὐτοῖς παρὰ τοῦ Θεοῦ, κυκλοῦντες τὴν σκηνὴν ἱερεῖς τε καὶ Λευῖται καὶ πέριξ αὐτῶν αἱ δώδεκα φυλαί, εἰς ἀνατολὰς τῆς σκηνῆς τρεῖς, ἐν αἷς μέση ἐτύγχανεν ἡ τοῦ Ἰούδα φυλὴ σὺν Μωϋσῇ καὶ Ἀαρὼν ἐξάρχουσα τῶν λοιπῶν, καὶ εἰς νότον τρεῖς, καὶ εἰς δυσμὰς τρεῖς, καὶ εἰς βορρᾶν τρεῖς. Οὕτως καταπαύοντες καὶ οὕτως ἀπαίροντες καὶ βαδίζοντες κατὰ τὴν διαγραφὴν ταύτην. Οὕτως οὖν στρατοπεδεύοντες ἐν τῇ ἐρήμῳ καθ' ἑκάστην. 5.56 Τελευτήσαντος λοιπὸν τοῦ Ἀαρὼν καὶ τοῦ Μωϋσέως καὶ παραλαβόντος αὐτῶν τὴν στρατηγίαν τοῦ Ἰησοῦ, τοῦ υἱοῦ Ναυή, καὶ διαβιβάσαντος αὐτοὺς τὸν Ἰορδάνην παραδόξως, κληρούχους αὐτοὺς κατέστησε τῆς γῆς τῆς ἐπαγγελίας κατὰ τὰς θεόθεν προρρήσεις τε καὶ διατάξεις. Κατεῖχε δὲ ἡ τοῦ Ἰούδα φυλὴ τὴν μητρόπολιν, τὴν Ἱερουσαλήμ, μέχρις οὗ ὁ προσδοκώμενος καὶ προκηρυττόμενος διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐξ αὐτῶν ἐλήλυθε, δι' οὗ τὴν μεγάλην καὶ αἰωνίαν σωτηρίαν καὶ ἀνάκτισιν ὁ Θεὸς τῷ κόσμῳ εἰργάσατο, λέγω δὴ τοῦ ∆εσπότου Χριστοῦ κατὰ σάρκα, κατὰ τὰς ἐπαγγελίας τοῦ Θεοῦ τὰς πρὸς τὸν Ἀβραὰμ γεγενημένας, καὶ τὸν ἄνωθεν καὶ ἐξ ἀρχῆς αὐτοῦ σκοπόν· 5.57 καθὰ καὶ ὁ Ἀπόστολος ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇὡς ἐρωτώμενος ὑπό τινος καὶ λέγοντος· "Τί οὖν ὁ νόμος;" ὡσανεί· Τί οὖν ἐδόθη ὁ νόμος; ταχύτατα ἀποκρίνεται καί φησι· "Τῶν παρα βάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται, διαταγεὶς δι' ἀγγέλων, ἐν χειρὶ μεσίτου", ἵνα εἴπῃ ὅτι· ∆ιὰ τοῦτο ὁ νόμος προσετέθη, ἵνα φυλαχθῇ δι' αὐτοῦ καὶ τῆς ἱερατείας φρουρούμενον τὸ ἔθνος τὸ τὰς ἐπαγγελίας λαβόν, τουτέστι τὸ τοῦ Ἀβραάμ, καὶ μὴ μίξις τις γένηται αὐτοῦ μετὰ ἑτέρου ἔθνους, ὅπως ὁ προκηρυττόμενος ἐξ αὐτοῦ γνώριμος τοῖς πᾶσιν ὑπάρχῃ, δι' οὗ κόσμος ἀνακαινίζεται καὶ ὁ σκοπὸς καὶ ἡ ἄνωθεν οἰκονομία τοῦ Θεοῦ πληροῦται. 5.58 Σκοπὸς γὰρ ἦν ἄνωθεν καὶ ἐξ ἀρχῆς τῷ Θεῷ ἑτέροις μεταδοῦναι τοῦ εἶναι καὶ μετασχεῖν τῆς αὐτοῦ ἀγαθότητος λόγου τε καὶ γνώσεως καὶ ἀθανασίας καὶ μακαριότητος καὶ παντὸς ἀγαθοῦ, ὅσον ἐνδέχεται μετασχεῖν τὸν μετέχοντα. Καὶ ἐπειδήπερ τὸ θεῖον μόνον ἀδίδακτον καὶ αὐτόχρημα ἀληθὴς γνῶσίς ἐστι, τῶν δὲ ἀλόγων ἴδιον φυσικαῖς ὁρμαῖς κινεῖσθαι ἄνευ λόγου καὶ ἀληθοῦς γνώσεως, ὁμοίως καὶ τῶν ἀψύχων ἀμοιρούντων τὸ παράπαν κινήσεώς τε καὶ ὁρμῆς φυσικῆς καὶ γνώσεως, μέσους τινάς, ὡς ἐνεδέχετο, εἶναι τοὺς λογικοὺς ποιήσας ὁ φιλάνθρωπος Θεὸς δεκτικοὺς ἐπιστήμης διὰ μαθή σεως καὶ πείρας ἐδοκίμασε καὶ πεποίηκε κατὰ τὸν μὲν ἄνωθεν αὐτοῦ σκοπὸν τὴν μέλλουσαν κατάστασιν, τουτέστι τὸν ἄνω χῶρον. 5.59 Πρῶτον δὲ ὁρίσας ταύτην τὴν κατάστασιν, ἐν ᾗπερ καὶ παιδευτηρίῳ χρησίμῳ χρησάμενος πρὸς τὸ ἡμῖν συμβαλλόμενον, θνητήν τε καὶ τρεπτὴν ἀπειργάσατο πρὸς τὸ δύνασθαι ἡμᾶς διακριτικῇ καὶ λογικῇ ἕξει τῶν καλῶν τὴν μετουσίαν κτᾶσθαι, τῶν δὲ κακῶν ἀποστρέφεσθαι. ∆ιὸ καὶ ἡδέα καὶ λυπηρὰ ἔχει ἡ νῦν κατάστασις, ἵνα