1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

62

αὐτός, ἀλλὰ καὶ ἡ γυνὴ αὐτοῦ οὕτως, καὶ αὐτὴ προβλέπουσα προσηγόρευσεν αὐτόν· φησὶ γὰρ περὶ αὐτῆς· "Καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα· Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινεν Κάϊν", τοῦτο καὶ αὐτὴ λέγουσα ὅτι· Ἄβελ ἄπαις τελευτᾷ, τὸ δὲ τοῦ Κάϊν σπέρμα ἀπολεῖται· τοῦτόν μοι δέδωκεν ὁ Θεὸς καινὸν θεμέλιον πάντων ἀνθρώπων. Καὶ ταῦτα μὲν ἡ Εὔα. 5.72 Ὁ δὲ Ἀδάμ, μετὰ τὸ εἰπεῖν τὸν συγγραφέα τὴν γέννησιν τοῦ Σὴθ καὶ τοῦ υἱοῦ αὐτοῦ Ἐνώς, ἀναλαμβάνων πάλιν τὰ κατὰ τὸν Ἀδὰμ φησὶν οὕτως· "Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ ηὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. Ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ." Ἐνταῦθα καὶ αὐτὸς ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σήθ, ὡς θεμέλιον ὄντα πάντων ἀνθρώπων καὶ φέροντα τοὺς ἰδίους χαρακτῆρας καὶ τὰ ἴδια ἀξιώματα. Ἐπισημαντέον δὲ ἐνταῦθα ὅτι τὸν Θεὸν λέγει τεθεικέναι ὄνομα τῷ πρώτῳ ἀνθρώπῳ, καὶ τὸν ἄνθρωπον τῇ γυναικί, καὶ ἀμφοτέρους τῷ τέκνῳ. 5.73 Ἐκ τῶν δὲ κατὰ τὸν ἄνθρωπον οἰκονομουμένων καὶ αἱ ἀόρατοι ∆υνάμεις λογικαὶ τυγχάνουσαι διδάσκονται τὰ περὶ Θεοῦ. Ὁ γὰρ ἄνθρωπος σύνδεσμός τις ὢν πάσης κτίσεως, εἰκὼν δὲ Θεοῦ, παιδευτήριον τυγχάνει τὰ περὶ αὐτὸν οἰκονομούμενα καὶ αὐτοῦ καὶ πάντων τῶν λογικῶν. Ἁμαρτήσαντος γὰρ αὐτοῦ καὶ λαβόντος τὴν ἀπόφασιν τοῦ θανάτου, οὗτοι ἐθρήνουν καὶ ἑαυτῶν καὶ τοῦ παντὸς ἀφελπιστίαν λογιζόμενοι· ὁρῶντες δὲ πάλιν τὸν Θεὸν αὐτοῦ ἐπιμελούμενον εὐελπιστίαν τινὰ προσελάμβανον περὶ αὐτοῦ καὶ περὶ ἑαυτῶν. Τοῦτο δὲ καὶ ἐν Εὐαγγελίοις δηλοῖ ὁ Κύριος λέγων ὅτι· "Χαρὰ ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι", ὡς δῆλον καὶ λύπη, ὅταν τις τὸ ἐναντίον ἁμάρτῃ. 5.74 Ἀλλὰ καὶ ὁ Ἀπόστολος λέγει ὅτι καὶ οἱ ἄγγελοι ὑπετάγησαν μὲν δουλεύειν τῇ ματαιότητι διὰ τὸν ἄνθρωπον ἐλπίδι τινί, ᾗ δέδωκεν ὁ Θεός, ὅτι καὶ αὐτοὶ ἐλευθεροῦνται, ὅταν οἱ ἄνθρωποι τὴν ἐλπίδα τὴν αὐτοῖς ἀποκειμένην ἀπολαμβάνωσιν υἱοὶ Θεοῦ ἐν δόξῃ καθιστάμενοι. Μαρτυρεῖ δὲ πάλιν ὁ Ἀπόστολος ὡς οἱ ἄγγελοι ἐκ τῶν περὶ τὸν ἄνθρωπον οἰκονομουμένων διδάσκονται τὰ περὶ Θεοῦ καί φησιν· "Ἵνα γνωρισθῇ νῦν ταῖς Ἀρχαῖς καὶ ταῖς Ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία", σαφῶς διὰ τῆς Ἐκκλησίας εἰπὼν αὐτοὺς διδάσκεσθαι τὴν τοῦ Θεοῦ σοφίαν. 5.75 Οὗτος ὁ Ἄβελ, ὁ δίκαιος, ὃς ἀδίκως ἀποθανὼν πρῶτος πάντων ἀνθρώπων ἔδειξε σαθρὰ εἶναι τοῦ θανάτου τὰ θεμέλια. ∆ιὰ τοῦτο καὶ ἀποθανὼν ἔτι λαλεῖ προμηνύων τὴν τῶν νεκρῶν ἀνάστασιν, ἣν ὁ ∆εσπότης Χριστὸς πρῶτος πάντων ἐν ἑαυτῷ δείξας, κατέλυσε τοῦ θανάτου τὸ δοκοῦν κράτος. Οὗτός ἐστιν Ἄβελ, ὁ ὡς ἐν αἰνίγματι μιμητὴς τοῦ πάθους τοῦ Χριστοῦ ὑπάρχων, ὃς διὰ φθόνον ἀγαθῶν ἔργων ὑπὸ τοῦ ἀδελφοῦ ἀδίκως ἀπεκτάνθη, περὶ οὗ καὶ ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ φησιν· "Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ Θεῷ πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ." Παραγραφή 5.76 Ἐνταῦθα δείκνυται σαφέστερον, τοῦ δικαίου Ἄβελ τελευτήσαντος, ὡς οὐ κατ' ὀργὴν ὁ θάνατος τῷ ἀνθρώπῳ ἐπενήνεκται, ὅτι ὁ μὴ ἁμαρτήσας πρὸ τοῦ ἁμαρτήσαντος ἔθανεδιὰ τοῦτο καὶ ζήτησις παρὰ Θεοῦ γίνεται τῆς ζωῆς τοῦ Ἄβελ καὶ ἐκδίκησις τοῦ θανάτου αὐτοῦ, καὶ ὅτι μετὰ θάνατον βοᾷ δηλῶν διὰ τούτου ὡς παλινδρομήσει εἰς ζωήν. Καὶ πάλιν ὁ θάνατος μὴ συγχωρηθεὶς ἐπὶ τὸν ἁμαρτήσαντα πρῶτον ἐπελθεῖν, ἀλλ' ἐπὶ τὸν μὴ ἁμαρτήσαντα, δείκνυται καταλυόμενος, ὡς τὴν πρώτην ἔφοδον ἀδίκως ἐπελθών, καὶ οὐ δικαίως· ἐπὶ δίκαιον γὰρ τέθεικε θεμέλια, καὶ οὐχὶ ἐπὶ ἁμαρτωλόν· ὅθεν