1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

64

εὐαρεστήσεως ἐκφυγὼν τὴν ὁδὸν τοῦ θανάτου. Παραγραφή 5.83 Καὶ ἐπὶ τούτου σαφέστερον δείκνυται ὡς οὐ κατ' ὀργὴν ἐπενήνεκται τῷ ἀνθρώπῳ ὁ θάνατος, οὔτε ἡ ἀπόφασις τοῦ θανάτου, ἀλλ' ἵνα, καθὰ εἰρήκαμεν, μισητὴν αὐτῷ ποιήσῃ τὴν ἁμαρτίαν καὶ ποθητὴν τὴν δικαιοσύνην. Ὅθεν ἐπὶ τούτου οὔτε ἡ ἀπόφασις, οὔτε αὐτὸς ὁ θάνατος ἐκράτησεν οὔτε κρατήσει. "Πίστει γὰρ Ἐνὼχ μετετέθη, φησὶν ὁ Ἀπόστολος, τοῦ μὴ ἰδεῖν θάνατον", σαφῶς δηλώσας ὅτι οὐχ ὁρᾷ θάνατον, ἀλλὰ ζῶν τὴν ἐπὶ τὸ κρεῖττον ἀλλαγὴν ὑπομένει μετὰ πάντων τῶν περιλειπομένων ζώντων ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου καὶ μὴ φθανόντων ἐκ τῆς ὀξύτητος τῆς ἀναστάσεως καὶ τῆς ζωῆς τῆς γενομένης ἀποθανεῖν. 5.84 Ἔτι. Εἰπάτωσαν ἡμῖν οἱ τερατολόγοι, οἱ κατ' ὀργὴν Θεοῦ τὸν θάνατον ἡμῖν προσγενέσθαι λέγοντες, καὶ οὐ κατ' οἰκονομίαν καὶ σοφίαν, πῶς, χρεωστούντων πάντων τῶν ἀνθρώπων ἐκ τῆς πατρικῆς ἀποφάσεως ἅπαξ ἀποθανεῖν, οὗτος τῷ ἐπιτιμίῳ τούτῳ οὐχ ὑποπίπτει; 5.85 Τοῦτο τὸ μῆκος τῆς κιβωτοῦ. Ἔστι δὲ πηχῶν τριακοσίων, τὸ δὲ πλάτος, ὡς εἴρηται, κάτωθεν μὲν ἔχει πήχεις πεντήκοντα, ἄνωθεν δὲ πῆχυν μίαν. "Ἐπισυνάγων γάρ, φησί, ποιήσεις αὐτὴν καὶ εἰς πῆχυν συντελέσεις". Τὸ δὲ ὕψος πηχῶν τριάκοντα. ∆ιεῖλεν οὖν εἰς τρεῖς σηκοὺς τοὺς τριάκοντα πήχεις, ἀπὸ πηχῶν δέκα τὸ ὕψος ἑκάστου σηκοῦ. "∆ιώροφα γὰρ καὶ τριώροφα ποιήσεις αὐτήν", ὡσανεί· ∆ύο μὲν στέγας τάξον ἔσωθεν καὶ τρίτην τὴν ἄνωθεν στέγην, ἵνα γένωνται σηκοὶ τρεῖς. Καὶ εἰς μὲν τὸν κατώτερον σηκὸν τὰ θηρία καὶ τὰ ἰοβόλα ἑρπετὰ ἐπέταξεν εἶναι, ὡς ἐμφωλεύοντα διαπαντὸς ὑπὸ τὴν γῆν· τὰ δὲ τετράποδα καὶ τὰ ἐξαλλόμενα ἐπὶ τὰ ὄρη εἰς τὸν δεύτερον σηκὸν ἔταξεν εἶναι, ὡς ἐπάνω τῆς γῆς καὶ ἐν τοῖς ὄρεσι διαιτώμενα· τὰ δὲ πετεινὰ καὶ τὸν ἄνθρωπον εἰς τὸν τρίτον σηκὸν ἔταξεν εἶναι, ὡς τὰ μὲν ἀεροπόρα ὄντα, τὸν δὲ οὐράνιον μέλλοντα εἶναι. 5.86 Οὗτός ἐστιν Νῶε, ὁ τέλειος δίκαιος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, ὁ ἀκούσιον μέθην ὑπομείνας καὶ θεωρήσας ἐν αὐτῇ μυστήρια. Φησὶ γὰρ ἡ Γραφή· "Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος." Καὶ μετὰ τὸ αὐτῷ προειπεῖν ὡς ἐν τάξει κατάρας τὰ μέλλοντα, λέγει καὶ τοῖς ἄλλοις ὡς ἐν τάξει εὐλογίας τὰ ἐσόμενα καί φησιν· "Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ", καὶ πάλιν· "Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ." Τρόπον γάρ τινα οὔτε τῷ πρώτῳ κατηράσατο, οὔτε τούτους ηὐλόγησεν, ἀλλὰ πρόρρησιν ἐξεῖπε μυστηρίων διὰ τοῦ ∆εσπότου Χριστοῦ ἐκτελουμένων. Οὔτε γάρ ποτε ἐδούλευσαν οἱ τοῦ Χαναὰν τοῖς ἀδελφοῖς αὐτῶν, ἀλλὰ μᾶλλον ἐκεῖνοι τούτοις ἐδούλευσαν ἐν Αἰγύπτῳ. Ἀλλ' οὔτε οἱ Γαβαωνῖται, ὥς τινες ὑπενόησαν, ἐδούλευσαν αὐτοῖς, ἀλλὰ τῷ Θεῷ ἐδούλευον· ξυλοφόρους γὰρ καὶ ὑδροφόρους τῷ ναῷ τοῦ Θεοῦ αὐτοὺς κατεστήσαντο, οὐ γὰρ ἑαυτοῖς. 5.87 Τί οὖν ἐστιν, ἢ πάντως πρόρρησίς ἐστιν, ὡς τῷ Χριστῷ δουλεύουσι καὶ αὐτοὶ τῷ ἐκ τοῦ Σὴμ ὑπάρχοντι κατὰ σάρκα; Τὸ δὲ "εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ" τί τὰ πρὸς τὸν Σήμ, εἰ ὁ Θεὸς αὐτοῦ εὐλογητός ἐστιν; Ἀλλ' ἐπιφέρει· "Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ καὶ κατοικησάτω", ὡσανεὶ ὁ Θεός, "ἐν τοῖς σκηνώμασι τοῦ Σήμ", ὑπερβατὸν αὐτῷ εἰρηκώς, ἵνα ᾖ οὕτως· "Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σὴμ καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ", λοιπόν· "Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ"· καὶ γὰρ καὶ τῷ Ἰάφεθ καὶ τῷ Χαναὰν ἐπλάτυνε· καὶ πάλιν ἀμφότεροι τῷ Χριστῷ δουλεύουσι τῷ ἐκ τοῦ Σὴμ ὑπάρχοντι. 5.88 Πάσας γὰρ τὰς κατοικίας ἑαυτοῦ ὁ Θεός, ἃς πρὸς τοὺς ἀνθρώπους ἐποιήσατο, μερικῶς μὲν ἐν τοῖς προφήταις, ὁλοτελῶς δὲ καὶ ἀδιασπάστως καὶ καθολικῶς ἐν τῷ ∆εσπότῃ Χριστῷ κατὰ σάρκα, πεποίηται τοῖς ἐκ τοῦ Σὴμ ὑπάρχουσι, καθάπερ περὶ τοῦ ∆εσπότου Χριστοῦ γέγραπται κατὰ σάρκα· "Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς". Τούτων οὖν τῶν ὀπτασιῶν καὶ αὐτὸς ἠξιώθη προειπεῖν τῶν κατὰ τὴν οἰκονομίαν τοῦ ∆εσπότου Χριστοῦ ἐκτελουμένων. Παραγραφή 5.89 Καὶ ἐπὶ τούτου σαφέστερον δείκνυται ὡς οὐ κατ' ὀργὴν τῷ ἀνθρώπῳ ὁ θάνατος προσενήνεκται. Ὅσον γὰρ κατὰ τὸ προσεχὲς μὲν κατ'