1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

70

γλώττης, καὶ ἐμμελῶς μετὰ ῥυθμοῦ καὶ ὀργάνων διαφόρων καὶ ὀρχήσεων καὶ ᾠδῶν αὐτοὺς ᾄδων. Ἦν γὰρ αὐτὸς κατέχων κιθάραν· εἶχε δὲ καὶ χοροὺς ὑφ' ἑαυτὸν διαφόρους μικρῶν προφητῶν οὕτως γὰρ ἐκάλουν τοὺς παραμένοντας τοῖς προφήταις, πολλάκις δὲ καὶ υἱοὺς προφητῶν αὐτοὺς ὠνόμαζονἐχόντων διάφορα ὄργανα, τοῦ μὲν κύμβαλα, τοῦ δὲ αὐλούς, τοῦ δὲ τύμπανα, τοῦ δὲ σάλπιγγας, τοῦ δὲ ψαλτήριον καὶ κιθάραν, τοῦ δὲ ᾠδοὺς τοὺς λεγομένους βοκαλίους. 5.117 Ἕκαστος δὲ χορὸς ἔξαρχον εἶχεν, ὁ μὲν ἐλέγετο Ἀσάφ, ἄλλος Ἰδιθούμ, ἕτεροι υἱοὶ Κορέ, ἄλλος Αἰθὰμ Ἰσραηλίτης, ἕτερος Μωϋσῆς ἄνθρωπος τοῦ Θεοῦ. Ἡνίκα τοίνυν ἐκινεῖτο ἐκ τοῦ Πνεύματος τοῦ ἁγίου προειπεῖν τι περὶ τῆς αἰχμαλωσίας τοῦ λαοῦ, ἢ περὶ τῆς ἐπανόδου αὐτῶν, ἢ περὶ ἠθῶν διδασκαλικῶν, ἢ περὶ προνοίας, ἢ περὶ τοῦ ∆εσπότου Χριστοῦ, συνετίθει ἐμμέτρως τὸν ψαλμὸν ἕκαστον εἰς μίαν ὑπόθεσιν συντείνοντα· διὰ τοῦτο γὰρ καὶ μεγάλοι καὶ μικροὶ ψαλμοί· καὶ παρεδίδου ἑνὶ χορῷ, ᾧ ἐδοκίμαζεν ἢ ἥρμοζε παραδίδοσθαι, καὶ ᾖδεν αὐτὸν ἐν ἐκείνῳ πρῶτον τῷ χορῷ. Εἰ δὲ πάλιν ἐδοκίμασε κατὰ μέσον τοῦ ψαλμοῦ καὶ ἄλλῳ χορῷ παραδοῦναι τὸ λοιπὸν τοῦ ψαλμοῦ, τότε αὐτὴ ἡ διαδοχὴ τοῦ ῥυθμοῦ ἐκαλεῖτο διάψαλμα· ὥστε καὶ ὅταν τοῖς λεγομένοις βοκαλίοις, ἤτοι ᾠδοῖς, καταμεσόθεν ψαλμοῦ ἤθελε παραδοῦναι, τότε ἐκαλεῖτο ᾠδὴ διαψάλματος, ἐπειδήπερ οἱ ᾠδοὶ ἐκ διαδοχῆς παρελάμβανον τὸ λοιπὸν τοῦ ψαλμοῦ ᾄδειν. 5.118 Μαθεῖν δὲ ἔνεστι τῷ βουλομένῳ περὶ τούτου ἐκ τοῦ γεγράφθαι ἐν ταῖς Παραλειπομέναις τῶν βασιλειῶν οὕτως· "Καὶ ᾖσε τὴν ᾠδὴν ταύτην ἐν χειρὶ Ἀσὰφ τοῦ προφήτου". Μετὰ τὸ παραδοῦναι δὲ οὕτως πρῶτον τὸν ψαλμόν, λοιπὸν ἕκαστος χορὸς καὶ καθ' ἑαυτὸν καὶ ὁμοθυμαδὸν μετὰ τέρψεων καὶ ῥυθμοῦ, τῶν μὲν ἐν τούτοις τοῖς ὀργάνοις, τῶν δὲ ἐν ἐκείνοις, ἀντιφώνως ᾖδον τὸν ψαλμὸν μετὰ ὀρχήσεως εἰς δόξαν τοῦ Θεοῦ. Ἔνεστι δὲ πάλιν καὶ περὶ τούτου μαθεῖν, ὡς αὐτὸς δι' ἑαυτοῦ ὁ ∆αυῒδ ἀναλαβὼν ἐκ τῶν ἀλλοφύλων τὴν κιβωτὸν ὠρχήσατο ἔμπροσθεν αὐτῆς, καὶ ὀνειδισθεὶς ὑπὸ τῆς ἰδίας γυναικὸς Μέλχολ ἔφη· "Παίξομαι καὶ γελάσομαι ἐναντίον Κυρίου"· οὐ μόνον γὰρ οὐκ ἐπαύσατο, ἀλλὰ καὶ ἐπιτείνειν τὰ τοιαῦτα ἐπηγγείλατο. 5.119 Τινὲς δὲ μὴ προσεσχηκότες τῇ τάξει καὶ τῇ ἀκριβείᾳ ταύτῃ, μήτε θελήσαντες ἐκ τῶν εἰδότων διδαχθῆναι, εἰς ἀλληγορίας ἐτράπησαν, μηδὲ πάντας εἶναι τοῦ ∆αυῒδ τοὺς ψαλμοὺς ἀποφηνάμενοι, ἀλλὰ τῶν ἐκ τοῦ ∆αυῒδ παραλαμβανόντων φανεροὺς ἐξ αὐτῶν εἰρηκότες· ὅπερ ποτὲ Ἀπόστολος ἢ ὁ Κύριός τινος ἄλλου ἐπὶ ψαλμοῦ οὐκ ἐμνημόνευσαν, εἰ μὴ τοῦ ∆αυΐδ. Παραγραφή 5.120 Ὁ μέγας οὗτος ∆αυΐδ, ὁ προφήτης, προπάτωρ ἠξιώθη εἶναι κατὰ σάρκα τοῦ ∆εσπότου Χριστοῦ, πρὸς ὃν πᾶσα ἡ μεγάλη καὶ ἀληθινὴ καὶ αἰώνιος σωτηρία τοῦ Θεοῦ πληροῦται, ἐκ τῆς ῥίζης τοῦ Ἀβραὰμ διὰ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰούδαὑπάρχων, ὃς καὶ βίβλον συνέθηκε ψαλμῶν ἑκατὸν πεντήκοντα, δι' ἑαυτοῦ καὶ τῶν προφήτων τῶν ὑπ' αὐτόν, ἐν πνεύματι ἁγίῳ κινούμενος, ἀναμέλπων, ἐν ᾗ εὑρήσεις ὡς ἐν παραδείσῳ πᾶσαν τροφὴν πνευματικὴν πάσης τῆς οἰκονομίας τοῦ Θεοῦ, τῆς διὰ τῶν προφήτων κηρυχθείσης καὶ καταγγελθείσης. ∆όξα τῷ ἑκάστοτε οἰκονομοῦντι Θεῷ τὰ κατὰ τὸ ἀνθρώπειον γένος. 5.121 ∆ιαγράφομεν οὖν αὐτὸν τὸν ∆αυῒδ καθεζόμενον καὶ τοὺς χοροὺς ἔμπροσθεν αὐτοῦ δεξιᾷ καὶ ἀριστερᾷ, ὅπως γνῷ τις καὶ τὴν θέαν αὐτῆς τῆς τάξεως, μετὰ ταῦτα λέγοντες καὶ οὓς αὐτὸς ἠξιώθη προειπεῖν ψαλμοὺς περὶ τῆς κατὰ τὸν ∆εσπότην Χριστὸν οἰκονομίας, ποικίλας αὐτοὺς ἐν τῇ συνθέσει καὶ διαφόρως ἐναλλάξας τῷ σχηματισμῷ, περὶ πάθους καὶ ἀναστάσεως τῆς ἀνθρωπότητος αὐτοῦ εἰρηκὼς ἐν πᾶσιν, ὁμοίως καὶ περὶ τῆς θεότητος ὡς ἀΐδιος καὶ δημιουργός ἐστι τῶν ἁπάντων καὶ ἀνακαινιστὴς τοῦ παντός, πρὸς ὃν ἀφορᾷ πᾶς ὁ σκοπὸς τῆς θεοπνεύστου Γραφῆς. ∆ΑΥΙ∆ 5.122 Οὗτος ὁ μέγας ∆αυΐδ, ὁ βασιλεὺς καὶ προφήτης, ὁ κατὰ τὴν καρδίαν τοῦ Κυρίου γεγονώς, πρὸς ὃν ὁ Θεός, ὡς ἐπὶ τοῦ Ἀβραάμ, καταλλήλως τὰς ἐπαγγελίας πάλιν ἐποιήσατο, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένειν ἐπαγγειλάμενος καὶ τὸν θρόνον αὐτοῦ ἀδιάδοχον τῆς βασιλείας