1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

71

ἀποφηνάμενος. Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ πατρίδα καὶ γένος καταλείψας ἐπίστευσε Θεῷ, καταλλήλως πατέρα τῶν ἐθνῶν αὐτὸν ποιεῖν ὑπέσχετο καὶ εὐλογεῖν πάντα τὰ ἔθνη δι' αὐτοῦ καὶ τοῦ σπέρματος αὐτοῦ, τουτέστι Χριστοῦ. Οὕτως καὶ ἐπὶ τοῦ ∆αυΐδ, ἐπειδήπερ βασιλεὺς ἦν καὶ εὐάρεστος αὐτῷ, καταλλήλως καὶ αὐτῷ ἐπηγγείλατο καὶ τὸ σπέρμα καὶ τὸν θρόνον τῆς βασιλείας ἀδιάδοχον διαμένειν, τουτέστι πάλιν Χριστόν. 5.123 Οὗτος ὁ ∆αυΐδ ἠξιώθη ἐκ Πνεύματος ἁγίου προειπεῖν περὶ τοῦ ∆εσπότου Χριστοῦ ψαλμοὺς τέσσαρας, τὸν δεύτερον καὶ τὸν ὄγδοον καὶ τὸν τεσσαρακοστὸν τέταρτον καὶ τὸν ἑκατοστὸν ἔνατον, ὅλους τοὺς τέσσαρας δι' ὅλου εἰς αὐτὸν εἰρηκώς. Καὶ γὰρ καὶ ὁ ∆εσπότης Χριστὸς καὶ οἱ ἀπόστολοι φαίνονται καὶ ἐκ τῶν τεσσάρων ψαλμῶν λαβόντες μαρτυρίαν περὶ αὐτοῦ, οἷόν τι λέγω ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων πάντες οἱ ἀπόστολοι προσευχόμενοι τῷ Θεῷ ἔλεγον· "Ἐπ' ἀληθείας γὰρ συνήχθησαν ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλάτος", τὸν δεύτερον ψαλμὸν εἰς αὐτὸν ἐκλαβόντες. 5.124 Ὁμοίως πάλιν εἰς αὐτὰς τὰς Πράξεις, ὅτε ὁ Παῦλος διελέγετο εἰς τὴν συναγωγὴν Ἀντιοχείας τῆς Πισιδίας, οὕτως ἔφη· "Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε", τὴν γέννησιν ἐπὶ τῆς ἀναστάσεως ἐκλαβὼν καὶ κυρώσας καὶ αὐτὸς ὡς ὁ δεύτερος ψαλμὸς εἰς αὐτὸν εἴρηται, καθὰ καὶ πάντες οἱ ἀπόστολοι εἶπον. Καὶ ταῦτα μὲν περὶ τῆς ἀνθρωπότητος αὐτοῦ. Τὸ γὰρ περὶ τῆς θεότητος αὐτοῦ ἐν τούτῳ τῷ ψαλμῷ εἰρημένον ἐστὶ τοῦτο· "Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ καὶ ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς", ὡσανεὶ τὸ ἰσχυρὸν καὶ δυνατὸν τῆς θεότητος γνωρίσας, ἐν ταὐτῷ τὸν ἀνακαινισμόν, ἤτοι ἀναπλασμόν, τῶν ἀνθρώπων σημάνας· τὸ γὰρ σκεῦος τοῦ κεραμέως συντριβόμενον, μήπω προσομιλῆσαν πυρί, δέχεται ἀναπλασμόν. 5.125 Ὁμοίως καὶ τὸν ὄγδοον εἰς αὐτὸν πάλιν εἴρηκεν, εἰς τὴν αὐτοῦ θεότητα εἰπὼν τὰ πρῶτα τοῦ ψαλμοῦ, καθὰ καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς μαρτυρεῖ περὶ τούτου ἐν τῷ Εὐαγγελίῳ, ὅταν μετὰ τῶν κλάδων ἐπευφήμουν λέγοντες· "Ὡσαννὰ τῷ υἱῷ ∆αυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου." Καὶ ἐπειδὴ μὴ ἴσχυον οἱ Ἰουδαῖοι ἐπιτιμᾶν τοῖς ὄχλοις καὶ τοῖς νηπίοιςἦν γὰρ παράδοξα τὰ ὁρώμενα, παῖ δες καὶ θηλάζοντα καὶ νήπια καὶ μαθηταὶ καὶ ὄχλοι ἐπευφημοῦντες καὶ τὸν ὕμνον ἀνακράζοντες αὐτῷ, ἐπεχείρουν τὴν μέμψιν ἐπιρρίπτειν καί φασι πρὸς αὐτόν· "Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν;" 5.126 Ὁ δὲ ἕτερος εὐαγγελιστής φησι· "Τινὲς ἐκ τοῦ ὄχλου ἔλεγον αὐτῷ· Ἐπιτίμησον τοῖς μαθηταῖς σου", ὡσανεὶ ὅτι· ∆υσφημεῖς καταδεχόμενος ὕμνον, ὃς τῷ Θεῷ μόνῳ ἁρμόζει, ἑκάτεροι τὸν αὐτὸν νοῦν ἔχοντες· πρὸς οὓς ὁ Κύριός φησι, τοῖς μέν· "Ναί, οὐδέποτε ἀνέγνωτε ὅτι· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;" διαρρήδην φήσας τὸν ὄγδοον εἰς αὐτὸν εἰρῆσθαι ψαλμόν, ἐν ταὐτῷ καὶ αἰνιξάμενος ὅτι· Οὐχ ἁρπάζω τὰ τῷ Θεῷ προσόντα, τοῦτο γάρ εἰμι, καθὰ καὶ ὁ Ἀπόστολος βοᾷ· "Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών"· τοῖς δὲ πάλιν εἰπών· Τί θαυμάζετε περὶ τῶν νηπίων καὶ περὶ τῶν μαθητῶν; "Οὗτοι ἐὰν σιωπήσωσιν, οἱ λίθοι κεκράξονται." 5.127 Οἱ δὲ εἰδότες ὅτι γέγραπται, θεωροῦντες δὲ καὶ αὐτοῖς τοῖς ἔργοις τὰ νήπια καὶ θηλάζοντα παραδόξως κράζοντα τὸν ὕμνον, ἀναλογιζόμενοι δὲ ὡς δυνατὸν τῷ ποιήσαντι τὰ νήπια ὑπὲρ φύσιν ἀνακράζειν τὸν ὕμνον, δυνατὸν αὐτῷ καὶ τὰ ἄψυχα ποιῆσαι κρᾶξαι, ἐφιμοῦντο αἰσχυνόμενοι. Βαβαί, δύναμις τοῦ ∆εσπότου Χριστοῦ· βαβαί, φιλανθρωπία· βαβαί, συγκατάβασις εὔσπλαχνος. Πῶς διὰ τῆς διδασκαλίας, ἧς ἀνέλαβε δούλου μορφῆς, ἠξίωσε πραέως τὴν ἑαυτοῦ θεότητα ὑποδεῖξαι, δέχεσθαί τε ἐναγωγὰς ὑπὸ τῶν ἰδίων κτισμάτων καὶ ἀποκρίνεσθαι οὐ μετ' ὀργῆς, ἀλλὰ πραέως καὶ ἀνεξικάκως. Ὢ μακροθυμίας ὑπερβολή. Ὢ καὶ τοῦ ∆αυΐδ ἄξια τὰ τοιαῦτα