1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

72

ἀξιωθέντος προειπεῖν. 5.128 Ἔτι γὰρ λέγει καὶ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ ἐν τῷ αὐτῷ ψαλμῷ, ἀπὸ τοῦ "τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ;" ἕως τέλους· οἷς μαρτυρεῖ ὁ θεῖος Ἀπόστολος λέγων οὕτως· "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον", καὶ πάλιν· "Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν." Ἀλλὰ τίνι αὐτὴν ὑπέταξεν, ὦ Παῦλε; Φησί· "∆ιεμαρτύρατο δέ πού τις λέγων· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ;" Τούτῳ ὑπέταξεν αὐτήν. "Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, φησίν, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον." Οὕτως τοῖς Ἑβραίοις πιστοῖς εἰρηκώς, τὰ αὐτὰ καὶ τοῖς Ἕλλησιν ἔλεγε καί φησι· "Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσιν ἀνθρώποις πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρί, ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν", ὁμοίως καὶ Πέτρος· "Ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν." 5.129 Ὁμοίως πάλιν εἶπεν εἰς αὐτὸν ὁ ∆αυῒδ καὶ τὸν τεσσαρακοστὸν τέταρτον ψαλμόν, ἐν ᾧ πάλιν καὶ περὶ τῆς θεότητος αὐτοῦ φαίνεται λέγων καὶ περὶ τῆς ἀνθρωπότητος, οἷς μαρτυρεῖ πάλιν ὁ μακαρίτης Παῦλος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ λέγων οὕτως· "Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου." Τοῦτο περὶ τῆς θεότητος αὐτοῦ εἰρηκώς, λέγει εὐθέως καὶ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ καί φησιν· "Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου"· οὐ γὰρ ἡ θεότης διὰ τὸ ἀγαπῆσαι δικαιοσύνην καὶ μισῆσαι ἀδικίαν χρίεται, οὔτε ὅλως χρίεται, οὔτε Θεὸν ἔχει· αὐτόχρημα γὰρ Θεός ἐστιν. 5.130 Ἀλλ' ἡ ἀνθρωπότης αὐτοῦ χρίεται ἔλαιον ἀγαλλιάσεως, ἵνα εἴπῃ τῷ Πνεύματι τῷ ἁγίῳ, παρὰ τοὺς μετόχους αὐτῆς, τουτέστι παρὰ πάντας τοὺς χριστούς. Ἡ γὰρ θεότης μετόχους ἄλλους οὐκ ἔχει· εἷς γάρ ἐστι Θεός, ὅ τε Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἡ δὲ ἀνθρωπότης τοῦ Χριστοῦ πάντας τοὺς ἀνθρώπους, μάλιστα τοὺς χριστούς, ἔχει μετόχους. ∆ιὰ τοῦτο γὰρ ὅτι παρὰ πάντας ἐχρίσθη ἡ ἀνθρωπότης τοῦ Χριστοῦ, χρισθεῖσα Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὅπερ οὐδενὶ τῶν ἄλλων χριστῶν ὑπῆρξεν, οὕτως ἐξεῖπε· "Παρὰ πάντας τοὺς μετόχους σου." Ὅλον δὲ αὐτὸν τὸν ψαλμὸν περὶ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας, ὡς ἐπὶ βασιλέως νυμφίου καὶ νύμφης βασιλίδος ἐξειπών, διετέλεσεν. 5.131 Ὁμοίως δὲ καὶ τὸν ἑκατοστὸν ἔνατον ψαλμὸν εἰς αὐτὸν εἴρηκε· καὶ μαρτυρεῖ αὐτὸς ὁ Κύριος λέγων πρὸς Ἰουδαίους· "Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι ἁγίῳ Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ υἱὸς αὐτοῦ ἐστι, πῶς Κύριος αὐτοῦ ἐστι;" Τὸ μὲν "Κύριος αὐτοῦ" ὡς Θεὸν σαφῶς προειπών, τὸ δὲ "κάθου ἐκ δεξιῶν μου" σαφῶς τῇ ἀνθρωπότητι ἁρμόζει· τὸ γὰρ "κάθου" τῷ μὴ καθεζομένῳ λέγει· ἡ δὲ θεότης ἵδρυται εἰς τὴν οἰκείαν τιμὴν καὶ δόξαν καὶ μακαριότητα παρ' ἑτέρου μείζονος μὴ ἐπιτρεπομένη, ἢ προτρεπομένη εἰς τοῦτο· ἀλλ' ἡ ἀνθρωπότης τοῦ Χριστοῦ ὑπὸ τῆς ἡνωμένης αὐτῇ ἀχωρίστως θεότητος ἐπιτρέπεται, ἀκούουσα· "Κάθου ἐξ δεξιῶν μου", ὡσανεί· Ἐν τῇ ἐμῇ τιμῇ. Οὔτε γὰρ δεξιὰ οὔτε ἀριστερὰ ἔχει ὁ Θεὸς ἀπερίγραφος ὑπάρχων· ἀλλὰ τοῦτο αὐτῇ λέγει ὅτι· Κάθου ἐν τῇ ἐμῇ τιμῇ, ὡσανεί· Εἰς πρόσωπον ἐμόν, ὡς εἰκὼν Θεοῦ παντὶ τῷ κόσμῳ δεικνυμένη. 5.132 Οὕτως γὰρ καὶ ∆ανιήλ· "Καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία πᾶσα", καὶ τὰ λοιπά. Ἀλλὰ καὶ αὐτὸς ὁ Κύριός φησιν· "Ἐδόθη μοι ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς." Παρακατιὼν δὲ πάλιν τοῦ αὐτοῦ ψαλμοῦ φησὶ περὶ τῆς θεότητος· "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε", ὡσανεὶ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν κατὰ τὴν θεότητα λέγοντος ὅτι· Πρὸ πάσης τῆς κτίσεως, ὡς "ἀπὸ γαστρὸς" τὸ ὁμοούσιον θέλων σημᾶναι, οὐχ ὕστερον προβαλών, ἀλλ' ἐν ἐμαυτῷ σε ἔχων