73
ἀνάρχως καὶ ἀπεράντως, ὡς ἀπὸ γαστρὸς ἐκ τῆς ἡμετέρας οὐσίας σε ἐξεγέννησα, συνόντα καὶ συνυπάρχοντα. 5.133 Εἶτα πάλιν εὐθέως καὶ περὶ τῆς ἀνθρωπότητος δηλῶν φησιν· "Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ"· οὐ γὰρ ἡ θεότης ἱερατεύει ἢ λατρεύει, ἀλλὰ μᾶλλον αὐτὴ λατρεύεται καὶ τὰ ἱερεῖα προσδέχεται. Μέμνηται δὲ καὶ τῆς χρήσεως ταύτης ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ λέγων οὕτως· "Καθώσπερ καὶ Ἀαρών, οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καθὼς καὶ ἐν ἑτέρῳ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ", πάντα τὰ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ ἐκλαβών. 5.134 Οὕτως οὖν ὁ μακαρίτης ∆αυῒδ τοὺς τέσσαρας τούτους ψαλμοὺς εἰς τὸν ∆εσπότην Χριστὸν καὶ μόνον εἶπεν. Οὐ γὰρ ἐκοινοποίει τὰ τοῦ ∆εσπότου μετὰ τῶν δούλων, ἀλλ' ἴδια τὰ τοῦ ∆εσπότου ὡς ∆εσπότου ἐξεῖπε, καὶ τὰ τῶν δούλων ὡς δούλων. 5.135 Ὅσα δὲ ἕτερα ἐξέλαβον οἱ ἀπόστολοι ἐκ τῶν ψαλμῶν, οὐχ ὡς εἰς αὐτὸν κυρίως εἰρημένα ἐξέλαβον, ἀλλ' ὡς ἁρμόζοντα τῇ ὑποθέσει, οἷον· "∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον", καὶ τό· "Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν", καὶ τό· "Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός", καί· "Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν", καὶ ὅσα τούτοις ὅμοια ὡς ἁρμόζοντα τῇ ὑποθέσει αὐτῶν ἐξέλαβον. Οἷον ἐποίησε καὶ ὁ μακαρίτης Παῦλος τὴν χρῆσιν Μωϋσέως τὴν ἐν τῷ ∆ευτερονομίῳ μεταβαλὼν εἰς τὴν ἰδίαν ὑπόθεσιν, ὡς ἁρμόζουσαν, λέγων οὕτως· "Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι· Χριστὸν καταγαγεῖν, ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι· Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν", μεταφράσας τὴν χρῆσιν ὡς ἁρμοδίαν εἰς τὴν ἰδίαν ὑπόθεσιν. Οὐδὲ γὰρ ἁρμόζουσι τὰ λοιπὰ τῶν ψαλμῶν εἰς τὸν ∆εσπότην Χριστόν, ἐξ ὧν τινα ἐξέλαβον, οἷον εἰς τὸ "διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς" εἰκοστὸς πρῶτός ἐστι· λέγει οὖν εἰς αὐτόν· "Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου", ὅπερ ἀνάρμοστον καὶ ἀσύμφωνον τῇ θείᾳ Γραφῇ, καὶ σαφὴς μανία περὶ τοῦ Χριστοῦ ἐκλαβεῖν τὸ τοιοῦτο. 5.136 Ἐπὶ δὲ τῶν τεσσάρων τούτων ψαλμῶν τῶν εἰς τὸν ∆εσπότην Χριστὸν εἰρημένων, ὅλοι δι' ὅλου αὐτῷ ἁρμόζουσιν. Οὔτε γάρ, καθὰ καὶ πρῶτον εἴπαμεν, ἐκοινοποίει ὁ μακάριος ∆αυῒδ τὰ εἰς τὸν ∆εσπότην Χριστὸν λεγόμενα μετὰ τῶν λεγομένων εἰς ἑτέρους τινάς. Φαίνεται γὰρ καὶ αὐτὸς ὁ Σωτὴρ τοῦτο ποιῶν, ἡνίκα ἐνεκάλουν αὐτῷ οἱ Ἰουδαῖοι· ∆ιατί ἐργάζῃ ἐν σαββάτῳ; Ὃς ἀπεκρίνατο λέγων ὅτι· "Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι." Ὅτε δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐνεκάλουν, φησίν· "Οὐκ ἀνέγνωτε τί ἐποίησε ∆αυΐδ, ὡς τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν, εἰ μὴ τοῖς ἱερεῦσι μόνον;" διαρρήδην τῷ Πατρὶ ἑαυτὸν ἀντιδιαστέλλων, τοὺς μαθητὰς δὲ τοῖς προφήταις, ἤγουν τοῖς ἱερεῦσιν, ὡς δούλους πρὸς δούλους καὶ ὡς υἱὸν πρὸς πατέρα. Παραγραφὴ κατὰ παρένθεσιν κειμένη 5.137 Ὅτε μετεμορφώθη ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἔμπροσθεν Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου εἰς τὸ ὄρος καὶ ὤφθη ἐν δόξῃ μεγάλῃ, καὶ Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες αὐτῷ, θεωρήσαντες οἱ μαθηταὶ τὴν ὑπερβάλλουσαν δόξαν εἰς ἔκπληξιν καὶ τέρψιν καὶ πόθον καὶ ἔρωτα καὶ ἐπιθυμίαν τοῦ κάλλους ἐκείνου ἐγένοντο. Ἀποκριθεὶς δὲ Πέτρος, τρόπον τινὰ καὶ αὐτὸς ἄλλος ἀντ' ἄλλου γεγονώς, καταπλαγεὶς τῇ θέᾳ ἔλεγε τῷ Ἰησοῦ· "Ἐπιστάτα, καλὸν ἡμᾶς ὧδε μεῖναι", ὡσανεί· Ἰδοὺ καλὴ θέα καὶ τόπος καὶ λαμπρότης καὶ δόξα ὑπερβάλλουσα· διατί κατερχόμεθα ἔνθεν εἰς χεῖρας πάλιν ἐλθεῖν τῶν θελόντων ἡμῖν ἐπιβουλεύειν καὶ θλίβεσθαι, διαπαντὸς τόπον ἐκ τόπου μετερχόμενοι καὶ διωκόμενοι; "Εἰ θέλεις οὖν, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν." 5.138 Καὶ ἐπειδὴ ἰσότιμον ἡγήσατο ὁ Πέτρος Μωϋσέα καὶ Ἠλίαν τοῦ Κυρίου, συναριθμήσας ἐξ ἴσου τὰς σκηνάς, μίαν ἑκάστῳ εἰπών, ἐπισημαίνεται ὁ εὐαγγελιστὴς Λουκᾶς λέγων οὕτως· "Μὴ εἰδὼς ὃ λέγει",