74
ὡσανεί· Ἠγνοηκὼς ὁ Πέτρος τὰ κατὰ τὸν Κύριον οὕτως ἐφθέγξατο. Εὐθέως δὲ οὐρανόθεν νεφέλη ἐπεσκίασε καὶ ἐχώρισε Μωϋσέα τε καὶ Ἠλίαν καὶ ἀπέκρυψεν ἀπὸ τῶν μαθητῶν· τὸν δὲ Ἰησοῦν μόνον ἐν μέσῳ δακτυλοδεικτῶν ὁ Πατὴρ δεικνύει τοῖς μαθηταῖς λέγων· "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς καὶ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε." Πλανᾶσθε, φησί, τοῦτον μετ' ἐκείνων ἐξισοῦντες· οὗτος γάρ μού ἐστιν ὁ Υἱός, ἐκεῖνοι δέ, ὥσπερ καὶ ὑμεῖς, δοῦλοι. Τούτου οὖν ὡς ∆εσπότου καὶ ἐμοῦ Υἱοῦ κατὰ πάντα ἀκούετε. Ἐπανάληψις τῶν προτέρων 5.139 Οὕτως καὶ ὁ προφήτης ∆αυΐδ, τῷ Πνεύματι τῷ ἁγίῳ κινούμενος, οὐκ ἀνέμιξε χύδην τὰ τῆς ὑποθέσεως τοῦ ∆εσπότου μετὰ τῆς ὑποθέσεως τῶν δούλων, ἀλλ' ἰδικῶς εἰς τὴν ὑπόθεσιν τοῦ ∆εσπότου τοὺς τέσσαρας τούτους ψαλμοὺς ἠξιώθη προειπεῖν καὶ συντάξαι, τοὺς δὲ ἄλλους πάντας εἰς ἑτέρων προσώπων ἢ πραγμάτων ἢ ἱστοριῶν, κοινωφελῆ διδασκαλίαν τοῖς πᾶσιν ἐκτιθέμενος. ∆ιὰ τοῦτο καὶ ἐμμελῶς καὶ μετὰ ῥυθμοῦ αὐτὰ ἐξεῖπεν, ἵνα εὐκάτοχα καὶ εὐμνημόνευτα τοῖς πᾶσιν ὡς τερπνὰ γένωνται. Καὶ τοῦτο εὔδηλον, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τοῦ κόσμου ᾀδόμενα τὰ τοῦ ∆αυΐδ εὑρήσομεν, καὶ σχεδὸν ὑπὸ πάντων ἀνθρώπων μικρῶν τε καὶ μεγάλων διὰ στόματος φερόμενα καὶ καθ' ἑκάστην ᾀδόμενα καὶ μνημονευόμενα πλείω τῶν ἄλλων προφητῶν καὶ Γραφῶν. Ἀλλὰ καὶ τούτῳ πέρας δόντες ἐπὶ τὸν μέγαν Ἠλίαν μετέλθωμεν, ἐξηγούμενοι καὶ τούτου τὴν ἀξίαν. Ἔστιν οὖν καὶ τούτου τὴν διαγραφὴν κατιδεῖν οὕτως. ΗΛΙΑΣ 5.140 Οὗτος Ἠλίας, ὁ πρῶτος ἀνθρώπων τοῖς ἀνθρώποις ὑποδείξας οὐρανοδρομεῖν, ὁ πρῶτος ἀνθρώπων ὑποδείξας ἀγγέλων καὶ ἀνθρώπων μίαν ὁδόν, ὁ τὴν γῆν λαχὼν οἰκητήριον καὶ τὸν οὐρανὸν ἀθρόον διατρέχων, ὁ θνητὸς ὑπάρχων καὶ τοῖς ἀθανάτοις ἁμιλλώμενος, ὁ χαμαὶ βαδίζων καὶ ὡς πνεῦμα μετὰ ἀγγέλων οὐρανοπορῶν, ὁ διὰ τῆς μηλωτῆς τῷ μαθητῇ Ἐλισσαίῳ διπλᾶ τὰ χαρίσματα μεταδούς, ὁ μακροχρόνιος καὶ ἀγήρως ἄνθρωπος, ὁ τῷ Ἀντιχρίστῳ διατηρούμενος στρατηγός, ὁ ἀντικαθιστάμενος καὶ διελέγχων τὴν ἀπάτην καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁ πάντας τοὺς ἀνθρώπους ἐκ τῆς πλάνης αὐτοῦ ἐπὶ τὸν Θεὸν ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ἐπιστρέφων. Οὗτος ὁ τῆς δευτέρας καὶ ἐπιφανοῦς παρουσίας τοῦ ∆εσπότου Χριστοῦ ἀξιούμενος εἶναι πρόδρομος. Ὢ μέτρα διακονιῶν τοῖς ἀγγέλοις ἁμιλλώμενα. ∆όξα τῷ ταῦτα τοῖς ἀνθρώποις χαριζομένῳ Θεῷ. Ἀμήν. Παραγραφή 5.141 Οὗτος ὁ μέγας Ἠλίας ἀναληφθεὶς ὡς εἰς τὸν οὐρανόν, καὶ ἀγγέλοις καὶ ἀνθρώποις ἐδείχθη, ὡς τετίμηται τῶν ἀνθρώπων ἡ φύσις· καὶ ἐλπίδα χρηστὴν διὰ τούτου πάλιν ὁ Θεὸς προκατεβάλετο ὡς δυνατὸν τοῖς ἀνθρώποις, Θεοῦ θέλοντος, οὐρανοδρομεῖν. Μέγα γὰρ θαῦμα τὸ τοῦτον ὁρᾶν, ἄνθρωπον ἐν ἅρματι πυρίνῳ ἡνιοχοῦντα καὶ τὸν οὐρανὸν διατρέχοντα. Βαβαί, φιλανθρωπία τοῦ τιμήσαντος. Αἰσχυ νέσθωσαν οἱ μὴ δοξάζοντες τὴν μεγάλην οἰκονομίαν τοῦ Θεοῦ, ὡς σοφῶς καὶ οὐκ ὀργίλως ὁ Θεὸς ἑκάστοτε καὶ τὰς τιμωρίας ἐπιφέρει τοῖς ἀνθρώποις καὶ τὴν τιμὴν διαφυλάττει τοῦ κατ' εἰκόνα ἑαυτοῦ γενομένου ἀνθρώπου. ∆όξα καὶ ἔπαινος αὐτῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. 5.142 Οὗτος Ὠσηὲ τῶν δώδεκα προφητῶν ὁ πρῶτος ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ ∆ε20σπότου Χριστοῦ οὕτως·20 "Ὅταν θλίβωσιν, ὀρθρίσωσι πρός με λέγοντες· ∆εῦτε, ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε καὶ ἰάσεται ἡμᾶς, πλήξας μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐνώπιον αὐτοῦ καὶ γνωσόμεθα." Ἐκ ταύτης τῆς χρήσεως ὁ ἀπόστολος Παῦλος λέγει τοῖς Κορινθίοις· "Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς, καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς Γραφάς·" τὸ γὰρ "ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς Γραφὰς" οὐκ ἔστιν ἀλλαχόθεν εὑρεῖν. 5.143 Ἔτι λέγει ὁ προφήτης ἁρμόζων ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ· "Σάρξ μου ἐξ αὐτῶν." Πάλιν λέγει· "Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραῒμ καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα. Νῦν ἔγνω αὐτοὺς ὁ Θεός, καὶ