75
λαὸς ἅγιος κληθήσεται Θεοῦ" ἀπὸ τῆς φυλῆς, διὰ τὸν ἐξ αὐτῆς ἀναδεικνύμενον κατὰ σάρκα ∆εσπότην Χριστόν, λαὸν ἅγιον Θεοῦ ὀνομάσας τὸν Ἰούδαν. Ἔτι πάλιν ὁ αὐτὸς προφήτης· "Ἐκ χειρὸς ᾅδουῥύσομαι αὐτούς, ἐκ θανάτου λυτρώσομαι αὐτούς. Ποῦ ἡ δίκη σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη;" Ταύτῃ τῇ χρήσει ἐχρήσατο ὁ ἀπόστολος Παῦλος ἐπὶ τῆς ἀναστάσεως. Παραγραφή 5.144 Οὗτος καὶ τὴν τριήμερον τοῦ Κυρίου ἀνάστασιν σαφῶς προεμήνυσε φάσκων· "Τῇ τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα καὶ γνωσόμεθα"· ὁμοίως καὶ τοῦ θανάτου τὴν καθαίρεσιν καὶ τοῦ κέντρου τοῦ ᾅδου τὴν δίκην προκατήγγειλε. Πῶς οὐκ ἐκπλήττεσθαι δεῖ τὴν τοῦ Θεοῦ ἄφατον φιλανθρωπίαν, τὴν ἑκάστοτε προνοουμένην τοῦ ἀνθρωπείου γένους; ∆όξα τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. 5.145 20Οὗτος ὁ δεύτερος20 Ἀμὼς καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς ἐλεύσεως τοῦ 20∆εσπότου Χριστοῦ οὕτως·20 "∆ιότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ." Ἔτι λέγει· "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν ∆αυῒδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς, λέγει Κύριος ὁ ποιῶν ταῦτα." Ταύτης τῆς χρήσεως μέμνηται Ἰάκωβος ὁ ἀπόστολος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Παραγραφή Καὶ οὗτος συμφώνως τῷ πρώτῳ τὸν Χριστὸν καταγγέλλει, δι' οὗ γίνεται τοῦ παντὸς κόσμου ἡ σωτηρία, καὶ πάλιν τὴν σκηνὴν ∆αυῒδ ἀνεγείρειν πεπτωκυῖαν δι' αὐτοῦ ἐπαγγέλλεται Θεὸς καὶ πάντα τὰ ἔθνη ὠφελεῖν, ἅπερ τὰ αὐτὰ πάντες ἐξαγγέλλουσιν. 5.146 Οὗτος Μιχαίας ὁ τρίτος, ὃς ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ ∆εσπότου Χριστοῦ, καί φησι· "Καὶ σὺ Βηθλεέμ, γῆ τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ σὺ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. Ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος." Ταύτην τὴν χρῆσιν λαβόντες οἱ ἀρχιερεῖς καὶ γραμματεῖς τῶν Ἰουδαίων, Ἡρώδου αὐτοὺς ἀπαιτοῦντος ποῦ ὁ Χριστὸς γεννᾶται, ἔφησαν· "Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας"· ὅθεν καὶ τοὺς μάγους ἐπὶ τὴν Βηθλεὲμ τότε ἀπέστειλεν. Ἔτι λέγει ὁ 20αὐτὸς προφήτης·20 "Αὐτὸς ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς καὶ καταδύσει τὰς ἁμαρτίας ἡμῶν καὶ ἀπορρίψει εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἀδικίας ἡμῶν· δώσει εἰς ἀλήθειαν τῷ Ἰακώβ, ἔλεος τῷ Ἀβραάμ, καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν." Παραγραφή 5.147 Καὶ οὗτος συμφώνως τὸν ἐκ Βηθλεὲμ καὶ Ἰούδα ἐξ αἰῶνος εἰς ἄρχοντα τῷ Ἰσραὴλ ἐγειρόμενον προμηνύει, δι' οὗ γίνεται καταλλαγὴ τοῦ κόσμου, καθαιρῶν ἡμῶν τὰς ἁμαρτίας καὶ εἰς κρείττονα λῆξιν ἡμᾶς ὁδηγῶν. ∆όξα τῷ ἑκάστοτε σοφῶς οἰκονομοῦντι καὶ προλέγοντι Θεῷ τὰ κατὰ τὸν ἄνθρωπον. 5.148 Οὗτος Ἰωὴλ τέταρτος καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ κατὰ τὸν ∆εσπότην Χριστὸν μυστηρίου, φησὶ γὰρ οὕτως· "Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου· καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ ἔσται πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται." Ταύτης τῆς χρήσεως μέμνηται ὁ μακαρίτης Πέτρος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων πληρουμένης, ὅτε ἡ κάθοδος τοῦ ἁγίου Πνεύματος ἐπὶ τοὺς ἀποστόλους ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ἐγένετο. Παραγραφή 5.149 Καὶ οὗτος τὰ κατὰ τὸν καιρὸν τοῦ ∆εσπότου Χριστοῦ γενόμενα διὰ Πνεύματος ἁγίου θαύματα, προφητείας, ἐνύπνια καὶ ὁράσεις, ἐν ταὐτῷ καὶ τῆς μεγάλης καὶ φοβερᾶς καὶ ἐπιφανοῦς παρουσίας τοῦ ∆εσπότου Χριστοῦ τὴν ἡμέραν προμηνύει, οἷον γέγονε διαφόρως μὲν ἐπὶ τοῦ Ἰωσὴφ