1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

80

σημάνας καὶ τὸν καιρὸν καὶ τὴν προσοῦσαν αὐτῷ ἐξουσίαν καὶ τὴν ἐκ παρθένου γέννησιν καὶ τὴν ἐξάπλωσιν τῆς διδασκαλίας ἐν πάσῃ τῇ γῇ, ἃ καὶ σὺν Θεῷ πάντα γεγόνασι καὶ ἔτι γενήσεται. ∆όξα τῷ διὰ πάντων τῶν προφητῶν προκαταγγείλαντι ταῦτα Θεῷ. Ἀμήν. ΙΩΑΝΝΗΣ Ο ΠΡΟ∆ΡΟΜΟΣ 1. Ἄννα προφῆτις ἀνθομολογουμένη τῷ Θεῷ. 2. Συμεών· (2α) "Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ." 3. Ἡ ἁγία Παρθένος Μαρία· (3α) "Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί." 4. Ἰησοῦς Χριστός· (4α) "Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννουπροεκήρυξαν." 5. Ἰωάννης ὁ Βαπτιστής· (5α) "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου." 6. Ζαχαρίας ὁ ἱερεύς· (6α) "Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ." 7. Ἐλισάβετ ἡ προφῆτις· (7α) "Καὶ πόθεν μοι τοῦτο ὅτι ἡ μήτηρ τοῦ κυρίου μου ἦλθε πρός με;" 5.175 Οὗτος ὁ μείζων πάντων ἀνθρώπων Ἰωάννης ὁ Βαπτιστής, ὁ ἔτι ἐν κοιλίᾳ Πνεύματος ἁγίου πλησθεὶς καὶ σκιρτῶν καὶ ἐπειγόμενος προδραμεῖν τοῦ Κυρίου αὐτοῦ, ὁ μέγας ἐνώπιον τοῦ Θεοῦ, ὁ πρόδρομος τοῦ Κυρίου, ὁ ἑτοιμάζων αὐτῷ λαὸν κατεσκευασμένον, ὁ τῶν προφητῶν ἀνώτερος καὶ τῶν ἀποστόλων προγενέστερος, ὁ μέσος τῆς Παλαιᾶς καὶ Καινῆς ∆ιαθήκης, ὁ τελευταῖος ἐν νόμῳ καὶ τῆς Νέας ὑποδέκτης, ὁ παρόντα τὸν ∆εσπότην Χριστὸν πᾶσιν ὑποδεικνύς, ὁ τῇ σκληραγωγίᾳ πάντας ἀνθρώπους ὑπεραίρων καὶ τῇ διακονίᾳ πάντας ἀνθρώπους ὑπερβάς, ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου προελθὼν καὶ τὸν Ἠλίαν ὑπερβαίνων τῷ βαπτίζειν τὸν Κύριον, ὁ λύχνος ὁ καιόμενος πρὸ τοῦ ἡλίου τῆς δικαιοσύνης. Οὗτος παρόντα τὸν Κύριον ὑποδείκνυσι λέγων· "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου", "ἀμνὸν" ὡς θυόμενον καλέσας, καὶ "τὴν ἁμαρτίαν τοῦ κόσμου" αἴροντα, ὡς ἀπαλλάττοντα τὸν κόσμον τῆς ἁμαρτίας, διὰ τῆς ἀναστάσεως ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους ἀποτε λῶν. Τοιαύτης διακονίας καὶ τοιούτων πραγμάτων μηνυτὴς ἠξιώθη ὁ μέγας Ἰωάννης εἶναι. Παραγραφή 5.176 Οὗτος ὁ μείζων πάντων ἀνθρώπων Ἰωάννης, ὁ πατέρα καὶ μητέρα συμπροφήτας κεκτημένος, ὃς οὐ μόνον τὸν τῆς δευτέρας καταστάσεως ἀρχηγὸν παρόντα τὸν ∆εσπότην Χριστὸν ὑποδείκνυσιν, ἀλλὰ καὶ κριτὴν αὐτὸν τοῦ παντὸς ὑποφαίνει λέγων· "Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ." Οὗτος πάλιν βασιλείαν οὐρανῶν προκηρύττει καὶ ὁδοποιεῖ τῷ μετ' αὐτὸν ἐρχομένῳ καὶ ἐν ἑαυτῷ ἔργῳ δεικνύοντι τὴν βασιλείαν τῶν οὐρανῶν, ἥτις ἐστὶ δευτέρα καὶ καινὴ κατάστασις. ∆όξα τῷ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντι Θεῷ καὶ πάλιν ἐν Χριστῷ ἀνακτίζοντι. Ἀμήν. Πρόλογος περὶ τῶν ἀποστόλων 5.177 Καθάπερ οὖν ἐπηγγειλάμεθα τοὺς ἀρχαίους ἀνθρώπους δεῖξαι καὶ τοὺς προφήτας πάντας περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου προειρηκότας, καὶ ὅτι πάντες ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ μέχρι Ἰωάννου τοῦ Βαπτιστοῦ εἰς τὴν μέλλουσαν κατάστασιν ἀφορῶσι, τοῦτο πεποιήκαμεν, ὅπερ καὶ ὁ ∆εσπότης Χριστὸς καὶ οἱ τούτου μαθηταὶ καὶ ἀπόστολοι διαρρήδην λοιπὸν ἐκήρυξαν, ὡς ἔστι τις μέλλουσα κατάστασις κρείττων τῆς ἐνταῦθα πολύ, ἣν ἐν ἑαυτῷ πρῶτος ἡμῖν ἔδειξεν ὁ ∆εσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν καὶ εἰς οὐρανὸν ἀνεληλυθώς, ἣν καὶ οἱ πρῶτοι σκότῳ τινὶ ἐμήνυσαν καὶ οἱ μετὰ ταῦτα σαφῶς διαγγέλλουσι, καὶ ὅτι οὐδεὶς αὐτῶν ποτε οὔτε τῶν νεωτέρων, οὔτε τῶν ἀρχαίων, ἑτέραν ποτὲ κατάστασιν, ἢ πρεσβυτέραν ἢ μεταγενεστέραν τούτων τῶν δύο, ἐκήρυξαν ἢ ἐφαντάσθησαν, ἀλλ' ὅτι ἀρξάμενος ὁ Θεὸς ποιῆσαι τὴν κτίσιν πᾶσαν τὰς δύο ταύτας μόνον καταστάσεις ἐποίησε, ταύτην πρῶτον ὁρίσας πολιτεύεσθαι, εἶθ' οὕτως τὴν μέλλουσαν, εἰς ἣν ἀφορᾷ πᾶς ὁ σκοπὸς τοῦ Θεοῦ καὶ τῶν προφητῶν αὐτοῦ. 5.178 Αἰσχυνέσθωσαν τοίνυν Ἕλληνες οἱ συναΐδιον τῷ Θεῷ τὸν κόσμον ὑποτιθέμενοι καὶ προβιοτὴν