1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

82

μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου," περὶ δὲ τῶν ἀσεβῶν, ὡς ὅταν τοῖς ἐξ εὐωνύμων λέγῃ· "Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ", ἵνα εἴπῃ· Τοῖς μὲν δικαίοις ἄνω ἐν τῷ οὐρανῷ ἐσώτερον τούτου τοῦ ὁρωμένου στερεώματος, τοῖς δὲ ἀσεβέσι, κάτω περὶ τὴν γῆν, ἔνθα καὶ ὁ διάβολος κατερρίφη. 5.185 Λοιπὸν τῶν μέσων ἀνάγκη ζητῆσαι τὸν τόπον. Λέγει τοίνυν ἐν τῇ παραβολῇ τῶν δέκα παρθένων ὡς αἱ πέντε αἱ φρόνιμοι εἰσῆλθον μετὰ τοῦ νυμφίου εἰς τὸν νυμφῶνα, τουτέστιν εἰς τὸν οὐρανόν, ἐπειδήπερ καὶ τὴν παρθενίαν καὶ τὴν ἐλεημοσύνην ἐπελέξαντο· αἱ δὲ μωραί, φησί, τὸ ἓν ἐπιλεξάμεναι, τοῦ δὲ ἑτέρου καταφρονήσασαι, ἔμειναν ἔξω τοῦ νυμφῶνος, κεκλεισμένην εὑροῦσαι τῆν θύραν καὶ ἀκούσασαι· "Ἀπέλθατε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς", οὔτε εἰσελθεῖν συγχωρηθεῖσαι, οὔτε μετὰ τῶν ἀσεβῶν κατακριθεῖσαι, ἀλλὰ μείνασαι ἔξωθεν τοῦ νυμφῶνος. Οὕτως οὖν ἕκαστος ἔχων πίστιν ὀρθὴν ἀνυπόκριτον καὶ βίον καλὸν μετὰ παρρησίας εἰσέρχεται εἰς τὴν βασιλείαν· οἱ δὲ ἐναντίοι οἱ μηδὲ ἓν τούτων ἔχοντες, μήτε πίστιν ὀρθήν, μήτε βίον εὐθῆ, μετὰ τοῦ διαβόλου περὶ τὴν γῆν κατακρίνονται· οἱ δὲ ἕνα μὲν ἔχοντες, ἕνα δὲ μὴ ἔχοντες, μέσοι τινές εἰσιν, ἔξωθεν μένειν τοῦ νυμφῶνος κατακρινόμενοι, τουτέστι τοῦ στερεώματος. 5.186 Τὸ δὲ εἶδος τῶν ἀγαθῶν ἢ τῶν τιμωριῶν ἀδύνατον εἰδέναι ἡμᾶς, εἰ μὴ ἐντὸς αὐτῶν τῶν πραγμάτων γενώμεθα· ὡς ἐν ὑποδείγματι δὲ μόνον τῶν ἐνταῦθα τιμωριῶν καὶ τῶν ἐνταῦθα ἀγαθῶν ἐσήμανε τὰ μέλλοντα· οὐδὲ γὰρ ἐνῆν ἡμᾶς ἄλλως ἀκοῦσαι, μήπω πεῖραν εἰληφότας καινῶν τινων πραγμάτων, ἀλλ' ὅσον ἐνῆν αἰνιγματωδῶς εἰπεῖν, εἶπεν ὅτι· "Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε τῷ υἱῷ αὐτοῦ γάμους", τὰ πάντων ἀνώτερα τῶν τοῦ βίου τούτου ἀγαθῶν ἐκλεξάμενος καὶ ὁμοιώσας τοῖς ἐκεῖσε ἀγαθοῖς· ὁμοίως καὶ τὰ χείριστα, πῦρ, σκώληκα, τάρταρον καὶ βρυγμὸν ὀδόντων, καὶ σκότος καὶ ὅσα τούτοις παραπλήσια, ἐπειδὴ ταῦτα τῶν ἐνταῦθα τιμωρητικῶν δεινότερα τυγχάνουσι, τούτοις αὐτὰ ἐξωμοίωσεν· οὔτε δὲ τὰ ἀγαθὰ τῶν ἐκεῖ δυνατὸν ἀναλογίσασθαι, οὔτε τὰ δεινά, οὔτε τὰ μέσα τούτων. 5.187 Ἀλλ' ἑτέρα τις κατάστασίς ἐστι κρείττων πολὺ καὶ λίαν πολὺ καθόλου ὑπάρχουσα τῶν ἐνταῦθα, ὥσπερ κρείττων ὑπάρχει ὁ βίος οὗτος οὗ ὅτε ἦμεν ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ἡμῶν. Ἀναλογίσασθαι γὰρ δεῖ πῶς ἦμεν ἔσωθεν τῆς κοιλίας διάγοντες, ἐν σκότῳ, ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῇ, ἐν βορβόρῳ, ἐν κόπρῳ, καὶ πάσῃ ἀκαθαρσίᾳ καὶ δυσωδίᾳ συμφυρόμενοι καὶ ἐν πάσῃ ἀγνωσίᾳ ὑπάρχοντες, παρακύψαντες δὲ ἐν τῷ βίῳ τούτῳ ἕτερά τινα θεωροῦμεν, ὧν τὴν πεῖραν οὔπω παρειλήφαμεν, ἀνέσεως ἔκτασιν, ἀέρος ἀναπνοήν, ἀπόλαυσιν φωτὸς καλλίστου, κατασκευὴν κόσμου τεχνίτου καὶ πανσόφου δημιούργημα, καὶ γνώσεως Θεοῦ ἐμπιπλάμενοι, ἅπερ πάντα οὔτε εἰδέναι ἡμᾶς ἦν δυνατὸν οὔτε ἐνθυμηθῆναι οὔτε ἀκοῦσαι οὔτε ἀπολαῦσαι ἑνὸς τούτων, ἔτι ὄντας ἐν τῇ κοιλίᾳ. 5.188 Οὕτως καὶ τὴν μέλλουσαν κατάστασιν καθόλου κρείττονα τυγχάνουσαν τῶν ἐνταῦθα οὐ δυνατὸν ἡμᾶς ἀναλογίσασθαι, ἔτι ὄντας ἐν τούτῳ τῷ βίῳ, ἢ ἐνθυμεῖσθαι ἢ φαντασθῆναι, εἰ μὴ ἐντὸς αὐτῶν τῶν πραγμάτων γενώμεθα. "Ἃ γὰρ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, φησί, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." Ὥσπερ τοίνυν ἐνταῦθα κοινὸν δῶρον ἅπασι κεχάρισται ὁ Θεὸς τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχων ἐπ' ἀγαθοὺς καὶ πονηρούς, οὕτως καὶ ἐν τῇ μελλούσῃ καταστάσει κοινὸν δῶρον πᾶσι χαρίζεται, ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ζωὴν καὶ ἀτρεπτότητα· κατὰ δὲ τὰς προτέρας πράξεις ἕκαστος ἑαυτῷ ἐφέλκεται εἴτε τὴν βασιλείαν, εἴτε τὴν τιμωρίαν, εἴτε ἄνοδον ἐν οὐρανῷ, εἴτε μονὴν περὶ τὴν γῆν, εἴτε περὶ τὴν μέσην τάξιν. Πάντα δὲ αἰώνια καὶ ἀπέραντα τυγχάνει, καὶ τὰ ἀγαθὰ καὶ τὰ τούτων χείριστα. Καθόλου δὲ ἐκείνη ἡ κατάστασις τῆς ἐνταῦθα πολὺ καὶ πάνυ πολὺ διενήνοχε. Πρὸς δὲ τὰ ἀγαθὰ τὰ ἡτοιμασμένα τοῖς δικαίοις ἀντιδιαστελλόμενα