87
ἀθανασίας χάριν καὶ ἀφθαρσίαςτοῦτο γὰρ βούλεται λέγειν "λύσας τὰς ὠδῖνας τοῦ θανάτου", καὶ ὁμοίως τὴν ἄνοδον τὴν εἰς τὸν οὐρανόν· καὶ "καιροὺς ἀναψύξεως" καλεῖ τὴν μέλλουσαν κατάστασιν, καὶ ταύτην λέγει τὴν προεπηγγελμένην εὐλογίαν τῷ Ἀβραάμ, καὶ διὰ πάντων τῶν προφητῶν αὐτὴν κηρυττομένην ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἀρχηγὸν αὐτῆς τὸν ∆εσπότην Χριστὸν εἶναι, δι' οὗ πάντα τὰ ἔθνη εὐλογοῦνται. ∆όξα τῷ ταῦτα ἑτοιμάσαντι καὶ προμηνύσαντι Θεῷ καὶ νῦν πληρώσαντι καὶ ἔτι πληροῦντι. Ἀμήν. ΣΤΕΦΑΝΟΣ 5.213 Οὗτος ὁ Στέφανος, ὁ τῆς Νέας ∆ιαθήκης πρωτομάρτυς καὶ πρωτοδιάκονος, ὁ τὸν μέγαν Παῦλον ἔτι ζηλωτὴν ὑπάρχοντα τοῦ νόμου φονέα ἴδιον κεκτημένος, ὁ μόνος μετὰ πάσης συναγωγῆς ἀγωνιζόμενος, ὁ τὸν Ἀγωνοθέτην πρὸς τὴν θέαν ἐξαναστήσας, οὗτος ὁ θεωρῶν τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ· πάσης γὰρ τῆς θείας Γραφῆς καθήμενον λεγούσης, οὗτος ἑστῶτα εἶδεν· ἡ γὰρ σφοδρότης τοῦ ἀγῶνος ἐπὶ τὴν θέαν τὸν Ἀγωνοθέτην ἐξανέστησεν. Ὅθεν καὶ παρ' αὐτοῦ προτρεπόμενος ἀνιέναι εἰς ἐκείνην τὴν δόξαν ηὔχετο τοῖς αὐτὸν λιθάζουσι λέγων· "Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην", ἀλλὰ σὺ αὐτὸς "δέξαι τὸ πνεῦμά μου". Ἰδοὺ καὶ αὐτὸς τὰ αὐτὰ τοῖς ἄλλοις καὶ εἶδε καὶ κηρύττει, ὡς εἰς τὸν οὐρανόν ἐστιν ὁ Χριστός, ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγός, ὃν παρακαλεῖ καὶ αὐτὸν αὐτόθι δέξασθαι. Παραγραφή 5.214 Καὶ οὗτος τῆς Νέας ∆ιαθήκης κῆρυξ καὶ ἀγωνιστὴς θερμὸς ὑπάρχων αὐτοῖς ὀφθαλμοῖς ἐθεάσατο πνευματικώτερον τὸν Ἰησοῦν ἔσωθεν ὄντα τοῦ στερεώματος, ὃν καὶ λιθαζόμενος παρακαλεῖ δέξασθαι αὐτοῦ τὸ πνεῦμα. Οὗτος πρὸς τοὺς Ἰουδαίους ἐξέτεινε μεγάλην δημηγορίαν, ἐν ᾗ αὐτοὺς ἤλεγξε φονέας τοῦ Ἰησοῦ γεγονότας. ∆ιὰ τούτου καὶ αὐτὸς πιστούμενος ἡμᾶς, ἅπερ καὶ οἱ πρῶτοι εἰρήκασι, θάνατον καὶ ἀνάστασιν καὶ ἄνοδον εἰς τὸν οὐρανόν. ∆όξα τῷ ταῦτα ἑτοιμάσαντι καὶ προκαταγγείλαντι καὶ νῦν πληρώσαντι καὶ ἔτι πληροῦντι. Ἀμήν. ΠΑΥΛΟΣ 5.215 Οὗτος ὁ μέγας Παῦλος, ὁ ἀπόστολος, ὁ τῆς οὐρανίου φάλαγγος ταξιάρχης, ὁ ἐν ἑαυτῷ ἔχων τὸν Χριστὸν λαλοῦντα, ὁ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματι περιφέρων, ὁ μέγας διδάσκαλος τῆς Ἐκκλησίας, ὁ μυρίους θανάτους καθ' ἑκάστην ὑπὲρ τῆς Ἐκκλησίας ὑπομένων, ὁ ἐν Κυρίῳ καυχώμενος καὶ ταῖς ἰδίαις ἀσθενείαις, ὁ τὴν χάριν τοῦ Χριστοῦ ἐν ἑαυτῷ βρύουσαν ἔχων, ὁ γλώσσαις λαλῶν πᾶσι τοῖς ἔθνεσιν, ὁ ποτὲ διώκτης, νῦν δὲ διωκόμενος, ὁ ποτὲ ἁμαρτωλός, νῦν δὲ ἠλεημένος, ὁ ἕως τρίτου οὐρανοῦ ἁρπαγεὶς καὶ πάλιν εἰς τὸν παράδεισον, ὁ τῶν ἀρρήτων ῥημάτων ἀκουστής, ὁ τῶν πνευματικῶν χαρισμάτων κεκριμένος δικαστής, ὁ μέγας κανονάρχης καὶ ὑπερβαίνων τοὺς λοιποὺς διδασκάλους τῆς Ἐκκλησίας, Παῦλος, οὗ ὁ ἀσπασμὸς ἐν πάσαις ταῖς Ἐπιστολαῖς αὐτοῦ, ὡς ἐν τάξει σημείου, ἡ "χάρις" ἐστὶ "τοῦ Κυρίου". 5.216 Οὗτος καθόλου ἐν πάσαις ταῖς ἑαυτοῦ Ἐπιστολαῖς, ὡς ἤδη γενόμενος ἐν τῇ δευτέρᾳ καταστάσει, γεγηθὼς καὶ πεποιθὼς διατελεῖ· "Συνήγειρε καὶ συνεκάθισε, φάσκων, ἐν τοῖς ἐπουρανίοις", καί· "Τῇ ἐλπίδι ἐσώθημεν", καὶ ἄλλα μύρια, ἃ νῦν καταλέγειν οὐκ εὐχερές. Ἐνίων δὲ μνημονεύσωμεν, ἵνα μὴ τὸν λόγον μηκύνωμεν. Λέγει τοίνυν ἐν τῇ πρὸς Κορινθίους πρώτῃ Ἐπιστολῇ οὕτως· "Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν." Ἀλλὰ τί, ὦ Παῦλε, μετὰ τὴν ἐνταῦθα ζωήν, ποίαν ἄλλην ἐλπίζειν ὀφείλομεν; Ναί, φησίν, ἔστι τις κρείττων ζωή, ἰσχυρὰ καὶ οὐράνιος, μεθ' ὅρκου παρὰ Θεοῦ ἐπαγγελλομένη. 5.217 Φησὶ γάρ· "Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν