89
διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;" Οὗτος καὶ τήν ποτε τάξιν τοῦ Ἀντικειμένου, ὡς τῆς ἐξουσίας τοῦ ἀέρος ὑπῆρχεν, ἐξεῖπε καὶ τὴν ἀπὸ τοῦ τύφου ἐξ οὐρανῶν πτῶσιν ἀνήγγειλεν. Οὗτος πάλιν βοᾷ· "Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν;" Καὶ πάλιν· "Οἱ ἄγγελοι τὸν κόσμον κρίνουσιν." 5.221 Οὗτός ἐστιν ὁ ἐν πάσαις ταῖς Ἐπιστολαῖς ἑαυτοῦ παραγγέλλων οὐράνια φρονεῖν καὶ οὐράνια ζητεῖν, καὶ σπεύδειν δραμεῖν ἐν οὐρανῷ καὶ ἐπείγεσθαι τῶν ἄνω τυγχάνειν. Οὗτός ἐστιν ὁ τὴν πόλιν καὶ τὸ οἰκητήριον τῶν δικαίων, ἀγγέλων καὶ ἀνθρώπων, καὶ πάσης ὁμοῦ τῆς Ἐκκλησίας τὸν οὐρανὸν ἐξειπών, κεφαλὴν ὅλου τοῦ σώματος ὡς ἀνώτερον τὸν ∆εσπότην Χριστὸν προσεῖπεν· ὑπεράνω γὰρ εἶπε πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ ∆υνάμεως καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καί, συντόμως εἰπεῖν, οὗτός ἐστιν ὁ τῶν οὐρανίων ταγμάτων καὶ τῆς Ἐκκλησίας διδάσκαλος μέγας καὶ ἐξηγητὴς καὶ αὐτὸς τῆς νῦν καὶ τῆς μελλούσης μόνων καταστάσεων μνημονεύων καὶ τῆς ἀθανασίας καὶ ἀφθαρσίας τῆς παρεχομένης ἡμῖν ὑπὸ τοῦ Θεοῦ ἐν τῷ μέλλοντι καὶ τῆς ἀτρεπτότητος καὶ πάντων τῶν ἀγαθῶν τῶν ὑπερκοσμίων, ὧν τὴν δύναμιν λογίσασθαι οὐ δυνάμεθα. ∆όξα τῷ ταῦτα πάντα προετοιμάσαντι καὶ προμηνύσαντι καὶ νῦν πληρώσαντι καὶ πληροῦντι Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἔτι 5.222 Ῥωμαίων μὲν εὐθὺς ἐν προοιμίοις ὁ Παῦλος τὴν πίστιν ἐπαινεῖ καταγγελλομένην ἐν ὅλῳ τῷ κόσμῳ, καὶ ὁμοπίστους ἀποκαλεῖ. Κορινθίους δέ, ὡς πρώην φιλοσόφους τοῦ κόσμου τούτου ὄντας, μέμφεται, πιστεύσαντας μὲν ἤδη περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ἀνόνητον δὲ αὐτοῖς τοῦτο ἀποφαίνεται, μὴ καὶ τῆς ἡμετέρας ἀναστάσεως πιστευομένης παρ' αὐτῶν. ∆ικαίως οὖν οἱ Ἀθηναῖοι σπερμολόγον αὐτὸν προσηγόρευον, ὡς ἀνορύττοντα τὰ τῆς δεισιδαιμονίας αὐτῶν ζιζάνια. Γαλάτας ἀνοήτους ἀποκαλεῖ καὶ δίκην ἀψύχων εὐχερῶς μετατιθεμένους, ὡς μετὰ τὸ βάπτισμα ἀπατηθέντας καὶ περιτμηθέντας. Ἐφεσίοις πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ ἐξαγγέλλει καὶ σχεδὸν ἐκεῖσε θηριομαχήσας παρατίθεται αὐτοῖς προφητεύων καὶ λέγων μετὰ ταῦτα τινὰς πρὸς αὐτοὺς ὡς λύκους εἰσερχομένους καὶ διασπῶντας αὐτούς, μεθ' ὧν, ἔφη, καὶ ἐξ αὐτῶν ἀνίστασθαί τινας ὁμοίως τοῖς λύκοις διασπῶντας τὴν Ἐκκλησίαν. 5.223 Φιλιππησίους πάνυ θαυμάζει ἐπαινῶν ὡς μόνους πολλὴν φροντίδα καὶ ἀγάπην τιθεμένους πρὸς αὐτὸν ἔν τε τοῖς δεσμοῖς αὐτοῦ καὶ ἐν τῇ ἀπολογίᾳ, καὶ πολλάκις αὐτῷ πέμψαντας τὰ πρὸς τὴν χρείαν. Κολοσσαεῖς δὲ πάλιν καὶ αὐτοὺς ἐπαινεῖ ἐν τῇ πίστει, εἴ γε ἐπιμένουσι, καὶ ἀγάπην ἔχοντας εἰς πάντας τοὺς ἁγίους. Θεσσαλονικέας φιλαδέλφους λέγει καὶ διωκομένους καὶ πάσχοντας ὑπὲρ τῆς εὐσεβείας, ὥσπερ καὶ τοὺς Ἑβραίους πιστούς, καὶ ἐπιστηρίζει αὐτοὺς ὥσπερ καὶ τοὺς Κορινθίους περὶ ἀναστάσεως νεκρῶν, ἅμα καὶ περὶ τῆς δευτέρας τοῦ Κυρίου παρουσίας. Ἑβραίοις, ὡς Ἑβραῖος καὶ ὡς εἷς ἐξαὐτῶν κοινοποιούμενος τὰ αὐτῶν, ἁγίους ἀδελφοὺς καὶ κλητοὺς καὶ μετόχους τῶν οὐρανίων γεγονότας ὀνομάζει καὶ διωκομένους καὶ πάσχοντας ὑπὲρ τῆς εὐσεβείας, πλήν, φησίν, "ἐάνπερ τὴν ἀρχὴν μέχρι τέλους βεβαίαν κατασχῶμεν", καὶ ἀσφαλίζεται μὴ τῷ φόβῳ τοῦ διωγμοῦ ἐκλυθῆναι καὶ παλινδρομῆσαι πρὸς τοὺς ἀπίστους. 5.224 Τιμοθέῳ πάλιν ἐν Ἐφέσῳ παραγγέλλει γράφων ἀσφαλίζεσθαι τοὺς ἑτεροδιδασκάλους καὶ μὴ προσέχειν τοῖς αὐτῶν μύθοις, καὶ στηρίζει ἐν τοῖς δόγμασι καὶ κανόνας παραδίδωσιν ἐκκλησιαστικούς· "Ἵνα γνῷς, φησί, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέ φεσθαι." Λέγει δὲ καί τινας αἱρέσεις ἀναδεικνυμένας ἐπ' ἐσχάτου καὶ ἀποστρεφομένας τὴν ἀλήθειαν, καὶ προλέγει ὅτι οὐ προκόψουσιν ἐπὶ τὸ κρεῖττον, ἀλλὰ φανεροὶ γενήσονται καὶ ἡ ἄνοια αὐτῶν εὔδηλος ἔσται πᾶσι. Τίτῳ πάλιν καὶ αὐτῷ ἐν τῇ Κρήτῃ κανόνας ἐκκλησιαστικοὺς παραδίδωσι καὶ στηρίζει ἐν τοῖς δόγμασι καὶ ἐπιτιμήσει κέχρηται πρὸς τοὺς Κρῆτας, ὡς ψεύστας καὶ κούφους καὶ δολίους καὶ ὑπὸ τῶν ἐκ περιτομῆς πλανωμένους. 5.225 Φιλήμονι μαρτυρεῖ πολλὴν πίστιν, εὐσεβείας καὶ ἀγάπην ἔχοντι