1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

90

πρὸς τοὺς ἁγίους, οὗ τὸν δοῦλον Ὀνήσιμον ἄχρηστον ὄντα μετέβαλε καὶ εὐσεβῆ πεποίηκε, καὶ τὸν αὐτοῦ δεσπότην ὁ μέγας Ἀπόστολος παρακαλεῖ δέξασθαι μηκέτι ὡς δοῦλον, ἀλλ' ὡς ἀδελφόν. Ἐν πάσαις δὲ ταῖς Ἐπιστολαῖς αὐτοῦ εἰς τὸ τῶν οὐρανῶν οἰκητήριον πάντας προτρέπεται διὰ πίστεως ὀρθῆς καὶ βίου καλοῦ εἰσελθεῖν καὶ μὴ ἀποτυχεῖν τῶν ἀποκειμένων τοῖς δικαίοις ἀγαθῶν· μεθ' ὧν καὶ ἡμᾶς ἀναξίους ὄντας ἀξίωσον, ὁ τὴν εὔσπλαγχνον ἔχων ἀγαθότητα, Κύριε ὁ Θεός, τῶν ὅλων ποιητά. Ἀμήν. 5.226 Ἔτι. Τοῖς Ἑβραίοις ὁ Παῦλος ἑβραϊστὶ γεγράφηκεν ὡς Ἑβραῖος· μετεφράσθη δὲ εἰς τὴν ἑλληνίδα γλῶτταν, ὥς φασιν, ὑπὸ Λουκᾶ ἢ ὑπὸ Κλήμεντος, ὁμοίως καὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον. Ἐπὶ τὸ προκείμενον ἀναδράμωμεν 5.227 Σκοπῆσαι λοιπὸν δεῖ, ὦ θεοφιλέστατε, τὴν συμφωνίαν τοῦ κοσμογράφου Μωϋσέως, καὶ πάντων τῶν προφητῶν καὶ τῶν εὐαγγελιστῶν καὶ ἀποστόλων, πῶς πάντες συμφώνως δύο καταστάσεις διηγοῦνται τὸν Θεὸν πεποιηκέναι τὸν σύμπαντα κόσμον. ∆ιὰ τοῦτο ἀρξάμενος ὁ Θεὸς τὴν κτίσιν ποιῆσαι, τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα πεποίηκε καὶ συνέδησε τῷ πρώτῳ οὐρανῷ κατὰ τὸ μέσον τοῦ ὕψους τοῦ ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ, διελὼν τὸν ἕνα χῶρον εἰς χώρους δύο· καὶ τὸν ἕνα τὸν κατώτερον τοῦτον τὸν κόσμον ἔταξεν εἶναι, τὸν δὲ ἀνώτερον τὸν μέλλοντα κόσμον ἡτοίμασεν ἐξ ἀρχῆς κατὰ τὸν ἄνωθεν αὐτοῦ σκοπόν. 5.228 Οὐ γὰρ ἐν τῇ ζωῇ ταύτῃ τῇ προσκαίρῳ ἐστὶν ἡ ἡμετέρα ἐλπίς, ἀλλ' ἐν τῇ μελλούσῃ ἀτελευτήτῳ, ἐν ᾗ υἱοθεσία καὶ ἀπολύτρωσις καὶ ἀτρεπτότης καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ μακαριότης ὑπάρχει καὶ τελεία γνῶσις καὶ πᾶν ὁτιοῦν καλὸν ἡμῖν ἀπόκειται λαμβάνειν παρὰ τοῦ Θεοῦ, πεπειραμένοι ἀπ' ἐντεῦθεν καλῶν καὶ κακῶν, ἵν' εἰδείημεν τῶν παρεχομένων ἡμῖν ἀγαθῶν τὴν δύναμιν, καθὼς ἐνδέχεται, τρόπον τινὰ υἱοὶ Θεοῦ γενόμενοι καὶ δοξαζόμενοι δόξῃ καὶ χαρᾷ ἀνεκλαλήτῳ. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα οἱ πιστοὶ συμβο λικῶς τῶν μυστηρίων μεταλαμβάνομεν τοῦ σώματος τοῦ ∆εσπότου Χριστοῦ μετὰ τὸ βάπτισμα, ἵνα μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν προσέχοντες τῷ ∆εσπότῃ Χριστῷ μεταλαμβάνωμεν τῆς αὐτοῦ δόξης, ἐφελκόμενοι δόξαν ἀπὸ τῆς αὐτοῦ δόξης. 5.229 ∆ιὰ τοῦτο καὶ μετάληψις λέγεται, καθὰ καὶ ἐν τῷ Ἀποστόλῳ γέγραπται οὕτως· "Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος", ἵνα εἴπῃ· Ἡνίκα ὁ Κύριος παραγίνεται, πάντες οἱ πιστοὶ φανερώτατα, ἄνευ καλύμματος, τὴν δόξαν Κυρίου ὡς ἐν ἐσόπτρῳ τινὶ κατοπτριζόμεθα καὶ τὴν αὐτὴν εἰκόνα, ἣν ὁ Κύριος ἔχει, μεταμορφούμεθα ἀπὸ τῆς αὐτοῦ δόξης εἰς ἡμετέραν δόξαν μεταλαμβάνοντες. Τοῦτο γὰρ σημαίνει καὶ ἡ μετάληψις τῶν μυστηρίων, τὸ μεταλαβεῖν τοῦ δεδοξασμένου αὐτοῦ σώματος, ὥσπερ ἐν ἐσόπτρῳ κατοπτριζόμενοι καὶ μεταλαμβάνοντες τῆς δόξης αὐτοῦ. "Ἐκ γὰρ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες λαμβάνομεν", χορηγοῦντος αὐτοῦ καὶ μὴ μειουμένου. Τὸ δὲ "καθάπερ ἀπὸ Κυρίου Πνεύματος" τοῦτο βούλεται λέγειν ὅτι· Καθάπερ ὁ Μωϋσῆς ἔλαβε παρὰ Κυρίου, ἡμεῖς δὲ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου λαμβάνομεν. Παραγραφή 5.230 Ὥσπερ ἐνταῦθα γεννώμενοι ἐκ τοῦ γάλακτος σιτιζόμεθα τῶν ἡμετέρων γονέων, τουτέστιν ἐκ τῶν σαρκῶν αὐτῶν καὶ τῶν αἱμάτων πρὸς ζωὴν συνιστάμενοι, οὕτως προσετάχθημεν σιτίζεσθαι μυστικώτερον τοῦ σώματος καὶ αἵματος τοῦ ∆εσπότου Χριστοῦ, ἐπειδήπερ καὶ πατὴρ ἡμῶν ἐστιν ἐν τῷ μέλλοντι αἰῶνι, καθὰ τῇ Γραφῇ δοκεῖ, παρ' αὐτοῦ καὶ δι' αὐτοῦ τὸ εἶναι λαμβάνοντες καὶ τὸ πῶς εἶναι ἀναγεννώμενοι εἰς ζωὴν αἰώνιον. 5.231 Ἐνταῦθα, γέννησις σαρκικὴ καὶ γάλακτος τροφὴ καταλλήλως εἰς ζωὴν συνιστῶσα τὸν γεννώμενον· ἐν τοῖς μυστηρίοις, τύπος ἀναγεννήσεως δι' ὕδατος καὶ πνεύματος, καὶ μυστικὴ τροφὴ σώματος καὶ αἵματος Χριστοῦ εἰς ζωὴν αἰώνιον προτρεπομένη καὶ ἐφελκομένη τὸν πιστεύοντα καὶ μεταλαμβάνοντα· ἐν τῷ μέλλοντι, ἀνάστασις ἀπὸ νεκρῶν, ὡς ἀπὸ γαστρὸς ἐκ τῶν