1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

92

ἐσχηκότος καὶ οἱ ἐξ αὐτοῦ ἀρχὴν ἔχουσι· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς ὡς ἀνάρχου καὶ οἱ ἐξ αὐτοῦ ἀνάρχως προῆλθον, συνόντες αὐτῷ ἀϊδίως, ὥσπερ τὸ ἀπαύγασμα καὶ ἡ θέρμη τῷ ἡλίῳ, καὶ ὥσπερ ὁ λόγος καὶ ὁ νοῦς τῇ ἡμετέρᾳ ψυχῇ, κατὰ τὰ τῆς θείας Γραφῆς παραδείγματα. 5.237 Ἐχρήσαντο δὲ καί τινες πατέρες παραδείγμασι σωματικωτέροις ἐπὶ τῆς ἁγίας Τριάδος, οἱ μὲν ὡς ἐπὶ ἀενάου πηγῆς καὶ ἐξ αὐτῆς δύο ποταμοὺς προχεομένης, οἱ δὲ δένδρῳ, ὡς ῥίζῃ, καὶ κλάδῳ καὶ καρπῷ. Πάντες δέ, εἴτε ἀπόστολοι εἴτε πατέρες, ὡς ἄνθρωποι πάντες, σωματικώτερον, ἐκ τοῦ Πνεύματος ἐμπνευσθέντες, ἐξεῖπον, ὡς ἐν παραδείγμασι, λειπόμενα μέντοι πάνυ τῆς θείας οὐσίας· ἐν τῇ δὲ μελλούσῃ καταστάσει ὡς πνευματικοὶ ἀνιστάμενοι πάλιν ἀκριβέστερον γνωσόμεθα περὶ Θεοῦ. 5.238 Οὕτως οὖν ἐνταῦθα τὰς ὑποστάσεις παραστῆσαι βουλομένη ἡ θεία Γραφὴ κέχρηται πολλάκις τῷ ἰδιώματι τούτῳ, ὡς ἀπὸ Πατρὸς λέγουσα τὴν δημιουργίαν, καὶ τοῦ Υἱοῦ τὴν ἐνανθρώπησιν, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἀνάστασιν· ἀλλ' οὖν γε τὰ πάντα ἡ ἁγία Τριὰς κατεργάζεται. 5.239 Καὶ ὁ μακάριος δὲ Μωϋσῆς εἰπὼν ὡς ἀπὸ τοῦ Θεοῦ τὸ "ποιήσωμεν ἄνθρωπον", καὶ πληθυντικὴ μέν ἐστιν ἡ φωνή, δυναμένη δὲ καὶ ἐπὶ δύο μόνων νοεῖσθαι. Ἐπειδὴ οὖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐδοκίμασε μὴ παραδοῦναι ἡμῖν τὴν τῆς ἁγίας Τριάδος ὁμολογίαν, ἵνα μὴ ὡς σώματα σωματικώτερον αὐτὰ νοήσωμεν καὶ ὑποπτεύσωμεν τρεῖς εἶναι θεούς, ἐπὶ τῆς δημιουργίας τοῦ ἀνθρώπου ἐλθὼν τότε αἰνιγματωδῶς πληθυντικὴν φωνὴν ἐξεφώνησε, δυναμένην δὲ καὶ ἐπὶ δύο μόνων νοεῖσθαι. 5.240 Μετὰ δὲ χρόνον πάλιν ἔτι πληθυντικωτέραν φωνὴν ἀποφαίνεται λέγων· "∆εῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας"· τὸ δὲ "δεῦτε" οὐκ ἔτι ἐπὶ δύο μόνων δύναται νοεῖσθαι, ἀλλὰ καὶ ἐπὶ τριῶν καὶ πλειόνων. Πάλιν οὖν μετὰ πολλὰ πάνυ ἔτη, ἵνα μὴ εἰς πλῆθος ἐξενεχθῶμεν, ἔστησε τὴν φωνὴν πάλιν αἰνιγματωδῶς ἐπὶ τῆς Τριάδος διὰ Ἠσαΐου τριχῶς λέγων τὸ "ἅγιος", συνάπτων δὲ εἰς ἕνα Θεὸν καὶ λέγων· "Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ", καὶ τῶν τριῶν ὑποστάσεων δηλώσας τὸν ἀριθμὸν καὶ τῆς θεότητος τὸ μοναδικόν. Ἐπὶ δὲ τοῦ ∆εσπότου Χριστοῦ κατὰ σάρκα φανερῶς ἐδίδαξε λέγων· "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος", ἓν ὄνομα μὲν εἰπών, εἰς τρεῖς δὲ ὑποστάσεις διελών. Καὶ ἐπειδήπερ ἤμελλε ταῦτα φανερῶς κηρύττειν διὰ τῆς τοῦ δούλου μορφῆς, προμηνύων ἐπὶ τῆς δημιουργίας τοῦ ἀνθρώπου τὴν πληθυντικὴν φωνὴν πρώτως ἐξεφώνησε τό· "Ποιήσωμεν ἄνθρωπον." 5.241 Ἡνίκα τοίνυν παραγίνεται ἐξ οὐρανοῦ ὁ Κύριος τοὺς μὲν πιστοὺς καὶ δικαίους καὶ ἀξίους μεθ' ἑαυτοῦ εἰσφέρει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀνθρώπους τε καὶ ἀγγέλους, τοὺς δὲ λοιπούς, τοὺς μὲν ἔξωθεν τοῦ στερεώματος ἐᾷ, τοὺς δὲ κάτω περὶ τὴν γῆν, καθάπερ καὶ ἐν τῷ Εὐαγγελίῳ λέγει ἐν τῇ συντελείᾳ οὕτως· "Τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται· καὶ δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται", ἵνα εἴπῃ· Τοὺς ἐν τῷ ἀγρῷ πάντας τοὺς ὄντας ἐν τῷ κόσμῳ, εἴτε πλουσίους εἴτε καὶ μέσους, δηλονότι ἐν οἱᾳδηποτοῦν τάξει εὑρέθη τις ἄξιος, παραλαμβάνεται ἐν τῷ οὐρανῷ, ἐὰν δὲ μὴ ᾖ ἄξιος, ἀφίεται ἐν τῇ γῇ· εἶτα καὶ τοὺς ἐν τῷ μύλῳ τοὺς δούλους λέγει, ὅτι καὶ ἀπὸ τῶν δούλων, ἐὰν εὑρεθῶσιν ἄξιοι, παραλαμβάνονται ἐν τῷ οὐρανῷ, εἰ δὲ ἀνάξιοι, ἀφίενται ἐν τῇ γῇ· τὸ δὲ ἀρρενικῶς ἐπὶ τῶν πρώτων εἰπὼν καὶ τὸ θηλυκῶς ἐπὶ τῶν δευτέρων, ἐσήμανεν τὴν διαφορὰν τοῦ γένους· εἴτε ἄρρενες εὑρεθήσονται εἴτε θήλειαι, εἴς τε τοὺς δικαίους, εἴς τε τοὺς ἁμαρτωλούς. 5.242 Καὶ ὁ ἀπόστολος δὲ Παῦλος σημαίνει ἐν τῇ πρὸς Θεσσαλονικεῖς δευτέρᾳ Ἐπιστολῇ λέγων οὕτως· "Ἐν τῇἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, οἵτινες δίκην τίσουσιν ὀλέθριον ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ τῆς