93
δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι", δι' ὅλων λέγων καὶ αὐτὸς ὅτι τοῖς πιστοῖς ἁγίοις μεγάλαι καὶ ἀνεκλάλητοι δόξαι ἀπόκεινται, τοῖς δὲ ἀπίστοις δίκη ὀλέθριος, τουτέστιν ἀνάλογος τιμωρία τῆς καταστάσεως ἐκείνης. Ἐν ὀλέθρῳ γὰρ καὶ ἐσχάτῃ τιμωρίᾳ καὶ μεταμελείᾳ πολλῇ εὑρίσκεται πᾶς, ὃς οὐκ ἀπολαύει τῶν ἁγίων καὶ τῶν δοξῶν καὶ τῆς μακαριότητος τῆς ἀποκειμένης τοῖς δικαίοις. 5.243 Ὀφείλει τοίνυν πᾶς χριστιανὸς δουλαγωγῆσαι ἑαυτὸν καὶ ὑποτάξαι ἀπεντεῦθεν τῷ Θεῷ καὶ πιστεύειν πάσῃ τῇ θείᾳ Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ ∆ιαθήκῃ, καὶ φύλαξ εἶναι δογμάτων ἀκριβὴς καὶ βίον εὐθῆ κατάλληλον τῇ πίστει κατορθοῦν, ἀπωθεῖσθαι δέ, καθὰ καὶ μέλλοντες προσιέναι τῷ βαπτίσματι ὡμολογήσαμεν, καὶ ἀποτάσσεσθαι πάσῃ σατανικῇ, αἱρετικῇ τε καὶ ἑλληνικῇ πλάνῃ καὶ ἀπιστίᾳ καὶ ματαιότητι καὶ ἐλπίδι ἀνελπίστῳ. Τὰ μέγιστα γὰρ βλαβήσονται ἐκείνοις ἐμμένοντες, ὡς μάθημα θεῖον τὰς ἐκλείψεις ψηφίζοντες καὶ προλέγοντες, περαιτέρω τούτου ἐλπίδα μὴ κεκτημένοι, ἀλλὰ πλανῶντες καὶ πλανώμενοι, εἴπου γε καί τις ἀποσυληθεὶς ἱμάτιον ἢ ἕτερόν τι, ὡς προφήταις τούτοις προσιών, ἤκουσε παρ' αὐτῶν, εἰ ἐπέτυχε ψευσαμένοις, ἀλήθειαν, εἰ δὲ μή, οὐδὲ τοῦτο. Τοιαῦται τῶν ματαιοφρόνων τῶν τὸ σφαιρικὸν σχῆμα τῷ οὐρανῷ δωρουμένων αἱ ἐλπίδες· οὐ δύνανται δὲ περαιτέρω τούτων τι ἐλπίζειν, οὔτε ἀνάστασιν, οὔτε βασιλείαν οὐρανῶν, οὔτε κρείττονα κατάστασιν, ἐπείπερ ἐξεῶσι τὴν σφαῖραν καὶ αὐτὴν ἣν ἔχουσιν ἐλπίδα ἀπόλλυσι. 5.244 Γένοιτο δὲ ἡμᾶς, ὦ τιμία κεφαλή, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαῖς πάντων τῶν ἁγίων πατριαρχῶν, προφητῶν, ἀποστόλων, μαρτύρων, ὁμολογητῶν, διδασκάλων, συναριθμίους τοῖς ἐκ δεξιῶν γενέσθαι καὶ μετ' αὐτῶν ἀκοῦσαι τὴν ἐξαίρετον καὶ μακαρίαν ἐκείνην φωνὴν τὴν λέγουσαν· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου." Αὐτῷ ἡ δόξα σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παραγραφὴ εἰς τὸν οὐρανόν 5.245 Ὅτι ἐν τῷ κόσμῳ τούτῳ εἰσὶ καὶ οἱ ἄγγελοι σαφέστατα δηλοῖ ἡ θεία Γραφή, ὁ μὲν Ἀπόστολος οὕτως λέγων· "Θέατρον ἐγεννήθημεν τῷ κόσμῳ, ἀγγέλοις καὶ ἀνθρώποις", ὡς ἀμφοτέρων εἰς τὸν κόσμον τοῦτον διαγόντων, ὁμοίως καὶ ὁ ∆αυΐδ· "Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ἥλιος καὶ σελήνη, πάντα τὰ ἄστρα καὶ τὸ φῶς", δηλώσας πάντα τὰ ἀπὸ τοῦ στερεώματος ἐπὶ τὰ κάτω ἐν ὕψει ὑπὸ τὸ στερέωμα ὁμοῦ εἶναι· καὶ πρῶτον εἰπὼν τὸν οὐρανόν, εἶθ' οὕτω τοὺς ἀγγέλους, πάλιν ἐπιφέρει· "Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν", τοῦ ὕδατος μόνου μνημονεύσας συμφώνως τῷ Μωϋσεῖ ὑπεράνω ὄντος τοῦ στερεώματος, κατὰ τὸ ἰδίωμα τὸ ἑβραϊκόν, ἀντὶ τοῦ οὐρανοῦ, οὐρανῶν εἰπών. 5.246 Ὁμοίως καὶ ἐν τῷ ∆ανιὴλ οἱ τρεῖς παῖδες ὑμνοῦντες ἔλεγον· "Εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ", σαφῶς καὶ αὐτοὶ τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ οὐρανοῦ μνημονεύσαντες, τὰ δὲ ἄλλα πάντα ὑπὸ τὸ στερέωμα εἶναι δηλώσαντες· καὶ οὗτοι δὲ πρῶτον τὸν οὐρανὸν εἶπον, εἶθ' οὕτω τοὺς ἀγγέλους. Ὁμοίως πάλιν ὁ ∆αυῒδ μέμνηται λέγων· "Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα", καὶ αὐτὸς πάλιν ἀνώτερα τὰ ὕδατα τοῦ στερεώματος ὡς ἐν ὑπερῴῳ ὄντα καὶ στέγην ὑπάρχοντα, εἶθ' οὕτω πάλιν καὶ τῶν ἀγγέλων μνημονεύσας. 5.247 Ὁ δὲ Κύριος τηλαυγέστατα ἀπεφήνατο λέγων· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς." Εἰ μὴ γὰρ ἐν τῇ δευτέρᾳ καταστάσει οὔτε ἄγγελοι οὔτε ἄνθρωποι εἰσέρχονται ἐν τῷ οὐρανῷ, καθὰ δεδήλωται. Μόνος γὰρ ὁ ∆εσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν, ἔτι ταύτης τῆς καταστάσεως οὔσης, εἰσῆλθε πρόδρομος ὑπὲρ ἡμῶν, πίστιν παρασχὼν πᾶσιν ὅτι ὥσπερ αὐτὸς εἰσελήλυθε καὶ οἱ τῷ κανόνι αὐτοῦ στοιχοῦντες πάντες