1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

94

εἰσελεύσονται. Ἀξίωσον καὶ ἡμᾶς, φιλάνθρωπε, στοιχοῦντας μὲν τῷ σῷ κανόνι καὶ πιστεύοντας, ἀναξίους δὲ ὄντας διὰ τὰ ἀσύστροφα ἡμῶν ἔργα, ὁ μόνος μεγαλόδωρος καὶ οἰκτίρμων καὶ πολυέλεος ὑπάρχων Σωτὴρ ἡμῶν σὺν Πατρὶ καὶ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Τὸ κείμενον 5.248 Ὁ σκοπὸς ὅλος τῆς συγγραφῆς καὶ τῆς διαγραφῆς πρὸς τὸ δεῖξαι ὅτι ἀπ' ἀρχῆς ἕως τέλους ὁ Θεὸς διὰ πάντων τῶν ἀρχαίων ἀνθρώπων, ἔτι τε καὶ τοῦ κοσμογράφου Μωϋσέως καὶ πάντων τῶν προφητῶν καὶ ἀποστόλων, ἐδήλωσεν ἅπερ κατεσκεύασε, δύο καταστάσεις, ταύτην καὶ τὴν μέλλουσαν, δηλώσας καὶ τὸ σχῆμα ἅπαντος τοῦ κόσμου, καὶ ὅτι οἱ χριστιανοὶ μᾶλλον ἕπονται ταῖς ἑαυτῶν ἀρχαῖς δεικνύοντες καὶ τὰ τέλη ἀκόλουθα ταῖς ἑαυτῶν ἀρχαῖς, καὶ ἐν ταὐτῷ μηνύοντες τὴν ἀγαθότητα τοῦ Θεοῦ, τὴν παρέχουσαν παῦλαν τῷ παιδευτηρίῳ τούτῳ καὶ τοῖς ἀγῶσι καὶ τῇ φθορᾷ καὶ τῷ θανάτῳ, ἀναδείξασαν δὲ ἐν τῷ ∆εσπότῃ Χριστῷ ἀθανασίαν, ἀφθαρσίαν, ἀτρεπτότητα, ἁγιασμὸν καὶ δικαιοσύνην αἰώνιον πᾶσι τοῖς ἀνθρώποις, ὥσπερ ἦν ἑτοιμάσας ἀπὸ καταβολῆς κόσμου τὸν δεύτερον χῶρον, τὸν ἐν τοῖς οὐρανοῖς, τὴν δευτέραν κατάστασιν, καθάπερ καὶ διὰ τῆς σκηνῆς πάλιν ἐν τύπῳ προεδήλωσεν ἡμῖν, καὶ ὅτι ἀνέλπιστός ἐστιν ἡ τῶν Ἑλλήνων δόξα μήτε δευτέραν κατάστασιν προσδοκώντων μήτε πιστευόντων ἀνάστασιν ἔσεσθαι τῶν ἡμετέρων σωμάτων, ἀλλὰ πλανώντων καὶ πλανωμένων, μετὰ τῆς ἑαυτῶν σφαίρας ἅμα κυλιόμενοι ταῖς φρεσίν, ἀδύνατον εἶναι νομίζοντες τῷ Θεῷ ἀναστῆσαι τὰ σώματα πάντων τῶν ἀνθρώπων, ὀφείλοντες ὡς σοφοὶ γνῶναι ὅτι, εἰ κριτής ἐστιν ὁ Θεὸς ἐννοιῶν καὶ καρδιῶν πάντων ἀνθρώπων καὶ δύναται διακρῖναι τὰς ἐννοίας ἑκάστου τὰς ἀπ' αἰῶνος, πῶς οὐχὶ μᾶλλον δύναται σώματα διακρῖναι ἑκάστου ἀνθρώπου; Εἰ γὰρ τὰ τοῦ πνεύματος δύναται διακρῖναι, πολὺ μᾶλλον τὰ σώματα. 5.249 Τινάσσει γὰρ πᾶσαν τὴν κτίσιν ἐκ θεμελίων, οὐρανὸν καὶ γῆν ἅμα καὶ τὰ λοιπὰ στοιχεῖα, ἐν τῇ συντελείᾳ καὶ ἕκαστον αὐτῶν ἀποδίδωσιν ὃ κατέχει σῶμα ἀνθρώπειον διακρινόμενον ὑπὸ τῆς αὐτοῦ δυνάμεως· ὥσπερ γὰρ ἐν κοσκίνῳ κοσκινεύων τις τὸ ζητούμενον μέσον εὑρήσει, οὕτω σαλευομένης πάσης τῆς κτίσεως οἱ ζητούμενοι μέσοι εὑρεθήσονται. "Ἔτι γὰρ ἅπαξ ἐγὼ σείσω", φησὶ διὰ τοῦ προφήτου, "οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν"· τὸ δὲ "ἔτι ἅπαξ" δηλοῖ, εἶπεν ὁ Ἀπόστολος, τὴν τῶν σαλευομένων μετάστασιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. "∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχομεν χάριν, δι' ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ μετὰ εὐλαβείας καὶ δέους." 5.250 Καὶ ὁ Κύριος περὶ συντελείας λέγων οὕτως φησί· "Καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται ἐπὶ τὴν γῆν καὶ αἱ ∆υνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως καὶ δόξης πολλῆς· καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ." Καὶ πάλιν πρὸς Θεσσαλονικεῖς ὁ Ἀπόστολος ἐν τῇ πρώτῃ φησίν· "Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις." Ὁμοίως λέγει ἐν τῇ πρὸς Κορινθίους πρώτῃ Ἐπιστολῇ· "Ἰδοὺ μυστήριον ὑμῖν λέγω. Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν." 5.251 Ταῦτα τῶν χριστιανῶν τὰ εὐαγγέλια, αὗται τῶν πιστῶν αἱ μεγάλαι καὶ θαυμασταὶ ἐλπίδες, ἀνάστασις νεκρῶν καὶ βασιλεία οὐρανῶν ἡτοιμασμένη ἀπὸ καταβολῆς κόσμου τοῖς ἀνθρώποις, οἱ καὶ πρῶτον ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ ἀτρεπτότητα