98
τὴν θερινὴν τροπὴν ὁ ἥλιος διατρέχων Παϋνὶ κεʹ, ὥρᾳ ʹ τῆς ἡμέρας. 2. Ἡ κατ' εὐθεῖαν γραμμή ἐστιν ἡ γῆ· αἱ δὲ δέκα ὄρθιαι γραμμαὶ σώματά εἰσι καθ' ἕκαστον κλίμα ἱστάμενον ἕν· αἱ δὲ ἀπὸ τοῦ ἡλίου κατερχόμεναι ἐπὶ τὰ σώματα ἀκτῖνές εἰσι τοῦ ἡλίου· ἔνθεν κἀκεῖθεν συνεμπίπτουσαι τοῖς σώμασιν ἀποτελοῦσιν ὥσπερ τὰς ἀπὸ μέλανος ἐχαράξαμεν σκιάς· ἡ δὲ μία γραμμὴ ἡ ὄρθιος καταβαίνουσα, ἐπειδήπερ κατὰ κορυφῆς ἐστι τοῦ σώματος, ἄσκιον αὐτὸ ἀποτελεῖ, ὡς μείζων οὖσα τοῦ σώματος καὶ ὅλον περιλάμπουσα. 3. Μαρτυρεῖ δὲ καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις πέρατα γῆς καλῶν τὸν Ὁμηρίτην ἀπέχοντα τῆς Βαρβαρίας οὐ πλείω δύο ἡμερῶν διὰ θαλάσσης δρόμον. 4. Εὔδηλον ἐκ τῶν παρ' αὐτοῖς ὡμολογημένων κλιμάτων καὶ τῶν τόπων, ὡς μαρτυρεῖ καὶ Πτολεμαῖος ὁ τὴν Αἰθιοπίαν πολεμήσας, οὗ καὶ μνήμην ἐποιησάμεθα ἐν τῷ δευτέρῳ λόγῳ, καὶ ἐξ αὐτῶν τῶν σκιῶν τῶν εἰς ἕκαστον κλίμα γινομένων, ὡς ὅτι πλέον δύο κλιμάτων οὐκ ἔχει μέγεθος ὁ ἥλιος, ἀλλὰ καὶ ἡ γῆ ἐξηπλωμένη τυγχάνει καὶ οὐχὶ σφαιροειδής, καθὰ καὶ ἡ καταγραφὴ δείκνυσιν. 6.13 Καὶ τοῦτο τὸ σχῆμα, τουτέστι τοῦ ἡλίου τὸ μέγεθος καὶ τῆς γῆς, κατὰ τοὺς ἔξωθεν κατεγράψαμεν, ἵν' ὁρῶν τις ἐκ παραλλήλου συγκρῖναι δυνηθείη, πῶς μὲν ἐν τῷ ἡμετέρῳ σχήματι κατ' ἀλήθειαν συνεμπίπτουσαι αἱ ἀκτῖνες τοῦ ἡλίου τοῖς σώμασιν ἀποτελοῦσι τὰς σκιὰς εἰς ἕκαστον κλίμα ἀναλόγως κατὰ τὴν προτέραν διαγραφὴν ὑπὸ ἥμισυ ποδὸς τὴν διαφορὰν δεικνύουσαι, πῶς δὲ καὶ ἐν τούτῳ τῷ αὐτῶν σχήματι οὐ συνεμπίπτουσι τοῖς σώμασιν αἱ ἀκτῖνες, ὡς μηδὲ φωτίζεσθαι ὑπὸ τοῦ ἡλίου δυνάμενα τὰ παρ' αὐτοῖς λεγόμενα κλίματα, ἤγουν σώματα, καὶ ὅτι μάτην μεγαλαυχοῦσιν ἐπὶ τοῖς ἑαυτῶν μύθοις τὴν ἀλήθειαν μᾶλλον ἀποστρεφόμενοι. Ἔτι σαφέστερος σκοπὸς καὶ περιεκτικώτερος, καὶ ὅτι διὰ πάσης τῆς θείας Γραφῆς διδασκόμεθα δύο καταστάσεις πεποιηκέναι τὸν Θεόν, ταύτην καὶ τὴν μέλλουσαν 6.14 Πρῶτον πάντων ἐξ αὐτῆς τῆς κατασκευῆς τοῦ παντός, ὡς διεῖλεν ὁ Θεὸς τὸν ἕνα χῶρον τὸν ἀπὸ τῆς γῆς ἕως τοῦ πρώτου οὐρανοῦ κατὰ μέσον θεὶς τὸ στερέωμα, τουτέστι τὸν δεύτερον οὐρανόν, καὶ ποιήσας τὸν ἕνα χῶρον δύο χώρους. ∆εύτερον πάλιν ἐξ αὐτῆς τῆς κατασκευῆς τοῦ ἀνθρώπου, ὡς ἐκ δύο τινῶν συνίστησι, λέγω δὴ θνητοῦ καὶ ἀθανάτου, προδήλως αὐτὸν διὰ τῶν ἐναντίων εἰς ἀγῶνα προβαλλόμενος, ὅπως μετὰ ταῦτα δωρεῶν ἀξιώσῃ. 6.15 Τρίτον διὰ τῶν δύο ξύλων τῶν ἐν μέσῳ τοῦ παραδείσου δείκνυσι δύο τινὰς καταστάσεις εἶναι, μίαν θνητὴν καὶ τρεπτὴν καὶ μίαν ἀθάνατον καὶ ἄτρεπτον. Τὸ γὰρ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν τύπος ἐστὶ τοῦ κόσμου τούτου, τοῦ παιδευτηρίου, καὶ τὸ ξύλον τῆς ζωῆς τύπος ἐστὶ τῆς μελλούσης καταστάσεως, ἐν ᾗ οὔτε θάνατος οὔτε τροπὴ κρατεῖ. Τέταρτον, ὅτι καὶ αὐτὸ τὸ ἐκβαλεῖν τοῦ παραδείσου τὸν ἄνθρωπον καὶ μνησθῆναι καὶ εἰπεῖν "μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα" παιδεύοντός ἐστι καὶ αἰνιττομένου, ὡς δωρεά τις ἀπόκειται τοῖς ἀνθρώποις μετὰ τὸν ἐνταῦθα ἀγῶνα ζωῆς ἀθανάτου. 6.16 Πέμπτον πάλιν διδασκόμεθα διὰ τοῦ Λάμεχ, τοῦ πατρὸς Νῶε, προφητεύοντος καὶ λέγοντος ἀπαλλάσσεσθαι ἡμᾶς μόχθων καὶ κατάρας καὶ εἰς βελτίονα ἀνάπαυσιν προκόπτειν. Ἕκτον ἔτι πάλιν δι' αὐτοῦ τοῦ Νῶε, ὡς ἀπὸ τῆς πρώτης γῆς μοχθηρᾶς τε καὶ ἀκανθώδους μεθιστάμεθα εἰς ταύτην τὴν γῆν, ἣν νῦν κατοικοῦμεν οἱ ἄνθρωποι, κρείττονα τυγχάνουσαν καὶ σχεδὸν ἴσην τοῦ παραδείσου, διδασκόμενοι πρώτης καὶ δευτέρας καταστάσεως διαφοράν. 6.17 Ἕβδομον, ὅτι καὶ τὸν Ἀβραὰμ ἐκλεξάμενος ὁ Θεὸς ἐκ τῆς γῆς τῶν Χαλδαίων καὶ εἰς τὴν τῶν Παλαιστίνων μεταστήσας, ἐπαγγειλάμενός τε αὐτῷ δωρεὰς μεγάλας δώσειν καὶ κατάσχεσιν γῆς καὶ μήτε βῆμα ποδὸς αὐτῷ δώσαντος, κατὰ τὴν θείαν Γραφήν, παρεσκεύασε πιστόν, ἐπιστάμενος ἀψευδῶς ἐλπίζειν μετὰ ταῦτα δωρεὰς τοῦ Θεοῦ. Ὁμοίως καὶ διὰ τοῦ Ἰσμαὴλ καὶ τοῦ Ἰσαὰκ ἐδήλου τῶν δύο ∆ιαθηκῶν τὴν ἀξίαν, ὅτι ἡ μὲν δούλη, ἡ δὲ ἐλευθέρα. Ὄγδοον πάλιν διὰ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεββέκας δίδυμα αὐτῶν γεννησάντων ἐρρέθη