99
ὅτι "ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι", διὰ τούτου πάλιν δηλῶν δύο καταστάσεις, μίαν δούλην καὶ μίαν ἐλευθέραν. 6.18 Ἔνατον πάλιν διὰ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰωσὴφ μὴἀνασχομένων αὐτῶν ταφῆναι εἰς Αἴγυπτον, ἀλλ' ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ἐδήλου δι' ἀμφοτέρων ὡς ἐπόθουν ἐκείνης τῆς ἐλπίδος τῆς ἐπηγγελμένης αὐτοῖς παρὰ τοῦ Θεοῦ τυχεῖν, τουτέστι τῆς δευτέρας καταστάσεως. ∆έκατον καὶ αὐτὴ ἡ ἐπὶ Μωϋσέως ἔξοδος καὶ λύτρωσις γενομένη ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων, καὶ ἐλευθερία καὶ εἴσοδος διὰ τοῦ Ἰησοῦ τοῦ Ναυὴ γενομένη ἐν τῇ γῇ τῆς ἐπαγγελίας διαρρήδην τὰς δύο καταστάσεις προεγράφετο. Ἑνδέκατον, ὁμοίως τὴν κατασκευὴν τῆς σκηνῆς καὶ τοῦ ναοῦ, ὡς μεσάσαν τὸ καταπέτασμα δύο σκηνὰς τὴν μίαν πεποίηκεν, ἐξωτέραν καὶ ἐσωτέραν, ταύτην καὶ τὴν μέλλουσαν προετύπου. 6.19 Τί δὲ δεῖ λέγειν καὶ τὰς διὰ τῶν ἐναρέτων ἀνδρῶν γενομένας οἰκονομίας, εὐθέως τοῦ Ἄβελ τὴν μετὰ θάνατον παρρησίαν, ὡς ἔτι λαλεῖ βοῶν ἐκ τῆς γῆς, ζωῆς παλινδρομίαν ὠδίνων. Τοῦ Ἐνὼχ τὴν μετάθεσίν τις ἐνθυμούμενος, ὡς διὰ τῆς εὐαρεστήσεως μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, προδηλότατα γινώσκει κρείττονά τινα κατάστασιν ἔσεσθαι διὰ τῆς τοιαύτης τάξεως. Τοῦ Ἠλίου τὴν ἀνάληψιν καὶ τὸν διὰ τοῦ πυρίνου ἅρματος δρόμον τις κατανοῶν ἐκπληττόμενος σκοπήσειεν, ὡς τετίμηται τῶν ἀνθρώπων ἡ φύσις διδασκομένη καὶ ἐλπίζουσα οὐρανοβατεῖν. 6.20 Τῆς στρατιᾶς τῶν οὐρανίων ταγμάτων τὴν πληθὺν χορεύουσαν καὶ χαίρουσαν καὶ εὐφραινομένην ἐπὶ τῇ γεννήσει τοῦ ∆εσπότου ἡμῶν Χριστοῦ κατὰ σάρκα τίς ἐνηχούμενος λέγουσαν· "∆όξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία" ὑπερθαυμάσειε, λογιζόμενος οὐρανίων καὶ ἐπιγείων μίαν ὁμόνοιαν γεγενῆσθαι, καὶ εὐδοκίαν Θεοῦ ἐν τοῖς ἀνθρώποις. Τὴν δύναμιν τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θεασάμενός τις, ἀνακινῶν τὴν διάνοιαν, τὸν τῶν ὅλων Σωτῆρα Θεὸν ἀνυμνήσειεν ἀπαύστως, τὸν παύσαντα τὸν ἀγῶνα τοῦ σώματος καὶ τῆς ψυχῆς, ὡς ἀμφότερα ἐναντία ὄντα εἰς ὁμόνοιαν ἤγαγε, πνευματικὰ ἀνάλογα ἀλλήλοις ἐργασάμενος. 6.21 Τὴν ἄνοδον τοῦ ∆εσπότου ἡμῶν Χριστοῦ κατὰ σάρκα τὴν εἰς οὐρανόν τις κατοπτεύων, καὶ τοὺς ἀγγέλους λευχειμονοῦντας καὶ πρὸς τοὺς ἀποστόλους λέγοντας πάλιν τὴν ἔλευσιν αὐτοῦ, τὸν Ἰησοῦν μεγαλύνων διατελέσει, τὸν δείξαντα καὶ φανερώσαντα τοῖς ἀνθρώποις τὴν ἄνοδον τῆς μελλούσης οὐρανίου καταστάσεως, ἣν προητοίμασεν ἀπὸ καταβολῆς κόσμου. Τὴν κάθοδον τοῦ ἁγίου Πνεύματος τὴν ἐπὶ τοὺς ἀποστόλους γενομένην τις κατιδών, καὶ τοῦ μεγάλου Πέτρου τὴν ἐν μέσῳ πάντων δημηγορίαν, τὸν δοτῆρα τῶν ὅλων Θεὸν ἱκετεύων ἀνυμνήσειε, τὸν δώσαντα τοιοῦτον ἀρραβῶνα καὶ ἐνέχυρον τῆς μελλούσης καταστάσεως τοῖς ἀνθρώποις. 6.22 Τοῦ μεγάλου Παύλου τὴν οὐρανόθεν κλῆσιν καὶ τὴν ἕως τρίτου οὐρανοῦ ἁρπαγὴν καὶ πάλιν τὴν ἐν τῷ παραδείσῳ τις κατοπτρισθεὶς βοήσει πρὸς Θεὸν λέγων· ∆όξα σοι τῷ διὰ πάντων καὶ πᾶσι χαριζομένῳ δωρεὰς τοῖς ἀνθρώποις. Τοῦ χοροῦ τῶν προφητῶν καὶ ἱερέων καὶ δικαίων, ἔτι τε καὶ τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν, τὰ συγγράμματά τις ἀναγνούς, τὰ μεστὰ θαυμάτων καὶ προρρήσεων καὶ ἀληθινῶν ἐκβάσεων, εὑρήσει πρώτης καὶ δευτέρας μόνων καταστάσεων αὐτοὺς μεμνημένους, καὶ μήτε πρὸ τῆς πρώτης, μήτε μετὰ τὴν δευτέραν ἑτέρων καταστάσεων λόγον πεποιημένους. ∆όξα τῷ διὰ πάντων λαλήσαντι καὶ προμηνύσαντι Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν. 6.23 Τῆς δευτέρας καὶ ἐπιφανοῦς καὶ ἐνδόξου παρουσίας τοῦ ∆εσπότου ἡμῶν καὶ Σωτῆρος Χριστοῦ τὴν μνήμην τις ἐνστερνισάμενος, καὶ τῆς ἐκ νεκρῶν μακαρίας ἀναστάσεως καὶ μεταβολῆς τοῦ κόσμου τῆς ἐπὶ τὸ κρεῖττον καὶ τῆς ἀνεκλαλήτου χαρᾶς καὶ ἐλπίδος τῆς ἀποκειμένης τοῖς ἀνθρώποις κατὰ νοῦν τις τὸν λόγον λαβών, τὸν Θεὸν τὸν πάντων αἴτιον, τὸν κτίστην καὶ ἀνακαινιστὴν τοῦ παντὸς πολλαχῶς ἀνυμνήσειεν καὶ ὑπερθαυμάσειεν. Μᾶλλον δὲ οὐ δυνήσεται κατ' ἀξίαν προσειπεῖν τὸν παντὸς ἐπαίνου καὶ δόξης καὶ ὕμνων ἀνώτερον, τὸν ἁρμοδίως ἐξ ἄκρας ἀγαθότητος ἀπ'