1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

101

ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. 6.29 Ἅπας οὖν ὁ σκοπὸς τῆς οἰκονομίας τοῦ Θεοῦ οὗτός ἐστι· δεῖ γὰρ ὡς ἐν ἀνακεφαλαιώσει συντομώτερον αὐτὸν ἐξειπεῖν· ἠβουλήθη ἐξ ἀγαθότητος ἑτέροις μεταδοῦναι τοῦ εἶναι, δυνάμεώς τε καὶ λόγου καὶ γνώσεως· ἐπειδὴ δὲ οἱ ἐκ μετοχῆς τούτων τυγχάνοντες ἀδυνάτως ἔχουσιν ὑφ' ἓν γνῶναι καὶ ἔχειν πάνταἐπείπερ τοῦτο μόνον ἴδιον Θεοῦ, τὸ δίχα μαθήσεως καὶ πείρας ταῦτα πάντα εἰδέναι, αὐτόχρημα ὢν καὶ δύναμις καὶ λόγος καὶ γνῶσις, γενητῶν δὲ τὸ ἐκ τοῦ πεποιηκότος μετέχειν τούτων ἁπάντων, πεποίηκεν ἅμα τὰς δύο ταύτας καταστάσεις, τὴν πρώτην μὲν θνητὴν καὶ τρεπτὴν πείρας ἕνεκα καὶ παιδεύσεως τῶν λογικῶν, ἵνα τῇ ποικιλίᾳ τοῦ παντὸς καὶ τῇ παραθέσει τῶν ἐναντίων γυμναζόμενοι πειραθῶμεν ἡδέων καὶ λυπηρῶν, τὴν δευτέραν δὲ ἀθάνατον καὶ ἄτρεπτον εἰς ἀπόλαυσιν τῆς χάριτος αὐτοῦ, πρὸς τὸ διακριτικῇ ἕξει, λόγῳ καὶ πείρᾳ καὶ γνώσει, τῶν καλῶν παραθέσει, τῶν πρώτων τὴν μετουσίαν δέξασθαι ἡμᾶς. 6.30 Οὐδεμία τοίνυν θρησκεία, οὐκ Ἰουδαῖος, οὐ Σαμαρείτης, οὐχ Ἕλλην, οὐ μανιχαῖος, πιστεύει ἢ ἐλπίζει ἀνάστασιν ἀνθρώπων καὶ ἄνοδον αὐτῶν γίνεσθαι ἐν τῷ οὐρανῷ. Ἀλλ' αἱ μὲν αὐτῶν ὅσαι τὸν οὐρανὸν δοξάζουσι σφαῖραν, τουτέστιν Ἕλληνες καὶ μανιχαῖοι, ἁρμοδίως ἑαυτοῖς καὶ τὴν ἀπιστίαν κέκτηνται. Ποῦ γὰρ ἔχουσι δοῦναι ἐν τῇ σφαίρᾳ τόπον τῆς βασιλείας τῶν οὐρανῶν; 6.31 ∆ικαίως οὖν ἀμφότεροι τὴν ἀνάστασιν τῶν σωμάτων ἀθετοῦσιν καὶ μόνον τὰς ψυχὰς δοξάζεσθαι λέγουσιν, ἢ κολάζεσθαι μετὰ τὴν ἐνθένδε ζωήν, ἢ σὺν τῇ σφαίρᾳ περιπολεύειν τὰς ψυχὰς καὶ ὁρᾶν πάντα, ὥς τινες αὐτῶν λέγουσιν, ἢ εἰς τὸν Τάρταρον αὐτὰς καταδικάζεσθαι. Τινὲς δὲ καὶ μετενσωμά τωσιν ἀεὶ λέγουσι γίνεσθαι, ἕτεροι δὲ καὶ αὐτὸ τὸ ἀθάνατον τῆς ψυχῆς ἀθετοῦσι, καὶ οὔτε μίαν ἐλπίδα σώματος ἅπαντες κέκτηνται μετὰ τὴν ἐνταῦθα ζωήν. 6.32 Αἱ δὲ μὴ δοξάζουσαι σφαῖραν, τουτέστιν Ἰουδαῖοι καὶ Σαμαρεῖται, ἀκαίρως δὲ γεγονέναι νομίζοντες τὸ στερέωμα τὸ μεσάσαν τὸν ἕνα χῶρον καὶ ποιῆσαν τοὺς δύο χώρους, ἀκολούθως καὶ αὐτοὶ ἀπιστίᾳ κεκράτηνται, τῶν μὲν Σαμαρειτῶν μήτε ἀνάστασιν, μήτε ἄνοδον ἐν τῷ οὐρανῷ ὁμολογούντων, μήτε δὲ τὴν ψυχὴν ἀθάνατον λεγόντων, ἀλλ' ἀεὶ γίνεσθαι καὶ ἀπογίνεσθαι ἡμᾶς νομιζόντων, τῶν δὲ Ἰουδαίων ὁμολογούντων μὲν ἀνάστασιν ἀνθρώπων, ἐπὶ γῆς δὲ πολιτεύεσθαι λεγόντων καὶ ἐσθίειν καὶ πίνειν ἡμᾶς καὶ γαμεῖν καὶ γαμίζεσθαι, καθὰ καὶ ἐν Εὐαγγελίοις μετὰ τῶν σαδδουκαίων ἠπόρουν τῷ Κυρίῳ λέγοντες· "Ἐν τῇ ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή;" Οὓς συντομώτατα ὁ Κύριος πλανωμένους ἤλεγξε καὶ μὴ ἐπισταμένους τὴν θείαν Γραφήν, ἐν ᾗ ἐστιν ἡ δύναμις τοῦ Θεοῦ, λέγων· "Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ' ὡς ἄγγελοί εἰσιν ἐν τῷ οὐρανῷ." Ἐλέγχονται τοίνυν καὶ αὐτοὶ ἔκ τε τῶν γραφομένων, ἔκ τε τοῦ σχήματος τοῦ ἡτοιμασμένου ἀπὸ καταβολῆς κόσμου, ὡς οὐκ ἀκαίρως ἐγένετο καὶ ὁ ἀνώτερος χῶρος, ἀλλ' ἔστι τις δευτέρα κατάστασις οὐράνιος ἡτοιμασμένη ἀπὸ καταβολῆς κόσμου. 6.33 Ὁμοίως δὲ καὶ πᾶσα αἵρεσις ἐν χριστιανοῖς· αἱ μὲν σὺν τοῖς Ἕλλησιν, ἤγουν μανιχαίοις, σφαῖραν τὸν οὐρανὸν δοξάζουσαι, ἢ προβιωτὴν ἀσπαζόμεναι, ἢ ἀθετοῦσαι ἐν Χριστῷ τι τῆς ἡμετέρας φύσεως, ἢ σῶμα ἢ ψυχὴν ἢ νοῦν, πολὺ πλανῶνται καὶ αὗται μὴ εἰδυῖαι τὰς Γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. 6.34 Μόνοι γὰρ τέλειοι χριστιανοί εἰσιν οἱ ἀπλανῶς τῇ θείᾳ Γραφῇ ἀκολουθοῦντες καὶ γινώσκοντες ἔκ τε τῶν γραφομένων, ἔκ τε τοῦ σχήματος τῆς πρώτης καὶ τῆς δευτέρας καταστάσεως τοὺς τόπους καὶ τὰ σχήματα, ἃ διηγεῖται ἡ θεία Γραφή, ὅτι ὥσπερ ὁ κόσμος οὗτος ἀγγέλων καὶ ἀνθρώπων ἐστί, "θέατρον γὰρ ἐγενήθημεν τῷ κόσμῳ, φησὶν ὁ Ἀπόστολος, ἀγγέλοις καὶ ἀνθρώποις", οὕτως καὶ ὁ ἀνώτερος χῶρος πάλιν ἀγγέλοις καὶ ἀνθρώποις προητοίμαστο. ∆όξα διὰ πάντα τῷ βασιλεῖ τῶν αἰώνων Θεῷ εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν. Ὁ οὐρανὸς συνδεδεμένος τῇ γῇ καὶ διαιρεθεὶς κατὰ μέρος· ἱστῶν γὰρ τὰς δύο καμάρας καὶ τοὺς δύο τοίχους τοὺς παρ' ἑκάτερα, καὶ τῇ ἀναλογίᾳ τῶν καμαρῶν ἑλίσσων τὸν ἕνα