1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

102

τοῖχον καὶ συνδεσμεύων ἐπὶ τὸν ἕτερον, ἀποτελεῖ ὅλον τὸ σχῆμα τοῦ κόσμου. 7.τ Χριστιανοῦ περὶ διαμονῆς οὐρανῶν ΛΟΓΟΣ Ζʹ 7.1 Τὸν περὶ οὐρανοῦ λόγον αἰτήσαντί σοι συγγραφῆναι παρ' ἡμῶν, ὦ φιλοπονικώτατε ἀνδρῶν Ἀναστάσιε, οὐκ ἀπειθήσω. Σαφηνιῶ δὲ πότερον ἀκατάλυτον αὐτόν φησιν ἡ θεία Γραφὴ ἢ καταλυόμενον. Ἔφησθα γὰρ ὥς τις τῶν χριστιανίζειν αὐχούντων βουλόμενος καθ' Ἑλλήνων εἰπεῖν ἔλαθεν ἑαυτὸν συνηγορῶν αὐτοῖς, σφαῖραν μὲν σὺν αὐτοῖς δοξάζων ἀεὶ περιστρεφομένην τὸν οὐρανόν, καταλυόμενον δὲ τοῦτον ἐν τῷ αὐτοῦ συγγράμματι κηρύττων. Οὐκ οἶδ' ὅπως κινούμενος ἐξεῖπε καὶ θαυμάζειν ἐμοὶ ἔπεισι τὴν οὕτω πολυμαθῆ τοῦ ἀνδρὸς σοφίαν, οὕτω τυφλώττουσαν ὑπὸ τῆς ἄγαν φιλοτιμίας. Εἰ γὰρ ὡς χριστιανὸς ἀνατρέπειν ἠβούλετο τὴν δόξαν τὴν ἑλληνικήν, τάς γε περὶ τούτου πρῶτον ἀρχὰς ἐχρῆν ἐκ βάθρων ἀνελεῖν, τὴν σφαῖραν καὶ τὴν ταύτης περιφοράν, ὅπερ ἡμεῖς βουλήσει Θεοῦ ἐν ἑτέρῳ συγγράμματι αἰτηθέντες πεποιήκαμεν. 7.2 Εἰ δὲ αὐτὸν τὸν θεμέλιον καὶ τὰς ἀρχὰς αὐτῶν, ἐξ ὧν αἱ ἀποδείξεις τοῦ ἀϊδίου προΐασιν, ἐδέξατο, τί μάτην ὁ σοφὸς ἀδολεσχεῖ, οὐκ ἐπὶ πέτρας, ἀλλ' ἐπὶ ψάμμου τοὺς ἑαυτοῦ κτίζων ὕθλους; Οὐδεὶς γὰρ τῶν εὐφρονούντων τὸ ἀεικίνητον φθαρτὸν καὶ καταλυόμενον, οὐδὲ τὸ φθαρτὸν καὶ καταλυόμενον ἀεικίνητον ἂν εἴποι· ἀλλὰ τὸ μὲν ἀεικίνητον ὡς ἀεικίνητον ἄφθαρτόν ἐστι, τὸ δὲ μὴ ἀεὶ κινούμενον καὶ καταλυόμενον πάντως φθαρτόν ἐστιν, ἐπείπερ καὶ τῆς κινήσεως παύεται, διὸ οὐκ ἀεικίνητον. Πῶς οὖν ὁ λογιώτατος ἀεικίνητον δεξάμενος τὸν οὐρανόν, οὐχ οὕτως τῇ θείᾳ Γραφῇ δοκοῦν, καταλυόμενον αὐτὸν ὁρίζεται; Τίνα γὰρ τῶν ἀρχαίων, ἢ τῶν νεωτέρων, τῶν διαπρεψάντων παρὰ τοῖς ἔξωθεν φιλοσόφοις, τῶν καὶ δοξαζόντων σφαῖραν εἶναι τὸν οὐρανόν, εὗρεν εἰρηκότα τοῦτον καταλυόμενον; Μᾶλλον γὰρ ἅπαντες συλλογιστικῶς προερχόμενοι ἀκατάλυτον αὐτὸν ἔφασαν εἶναι. 7.3 Οὑτοσὶ δὲ καινὰς ἀναπλάττων ἀτοπίας, οὔτε τῇ τῶν ἔξωθεν ἀκολουθήσας διδασκαλίᾳ, οὔτε τῇ τῶν ἔσωθεν πνευματικῇ παραδόσει προσθέμενος, ἀγνοήσας δὲ τῶν τε ἔξωθεν τὴν ποικιλίαν τῶν δογμάτων καὶ τῶν ἔσωθεν τὸ ἄπλαστον καὶ καθαρὸν τῆς Ἐκκλησίας μάθημα, τὰ νεώτερα διδάσκειν ἀβασανίστως ἐπεχείρησε μὴ λογισάμενος τῶν ἰδίων λόγων τὴν ἐναντιότητα καὶ τὰ ἐκ τούτων ἀνακύπτοντα ζητήματα, ἀλλ' οἷάπερ ἀτριβὴς ὁδοιπόρος τῆς λεωφόρου πλανηθεὶς καὶ ταύτης ἐκτὸς γεγονὼς τῇ τῶν κρημνῶν καὶ τῶν ἀκανθῶν ὀδύνῃ περιπείρεται, οὕτω καὶ ὁ βέλτιστος τῇ τῶν ἐναντίων φορᾷ τιτρωσκόμενος εὐχερῶς καταβάλλεται. 7.4 ∆ιό, φιλόχριστε, ἀρκετὸν μὲν ᾠήθην ἀναγινώσκοντά σε τὸ ἡμέτερον πονημάτιονοὕτω γὰρ δεῖ σμικρολογεῖν τὰ ἡμέτερα, τὴν Χριστιανικὴν λέγω Τοπογραφίαν παντὸς τοῦ κόσμου, κατιδεῖν πῶς ἐν μὲν τῷ πρώτῳ λόγῳ ἐλέγχοις ἐχρησάμεθα φυσικωτέροις πρὸς τοὺς δοκοῦντας μὲν χριστιανίζειν, σφαιροειδῆ δὲ τὸν οὐρανὸν δοξάζοντας· ἐν δὲ τῷ δευτέρῳ τὰς χριστιανικὰς ὑποθέσεις περὶ σχημάτων καὶ τοποθεσίας παντὸς τοῦ κόσμου, ἐκ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις ποιησάμενοι· ἐν δὲ τῷ τρίτῳ, ὅτι βεβαία καὶ ἀξιόπιστός ἐστιν ἡ θεία Γραφή, καὶ τί τὸ χρήσιμον τῶν σχημάτων τοῦ παντὸς κόσμου· ἐν δὲ τῷ τετάρτῳ ἀνακεφαλαίωσιν σύντομον καὶ διαγραφὴν σχημάτων τοῦ παντὸς κόσμου, καὶ τῆς σφαίρας τὴν ἀνατροπήν· ἐν δὲ τῷ πέμπτῳ τὴν διαγραφὴν τῆς σκηνῆς τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης, καὶ τῶν προφητῶν καὶ ἀποστόλων τὴν συμφωνίαν· ἐν δὲ τῷ ἕκτῳ περὶ μεγέθους ἡλίου, καὶ οὕτως συμπεράναντες τὸ πονημάτιον. 7.5 Ὅμως δὲ πάλιν διὰ τὸν σὸν πόθον καὶ τὴν σὴν αἴτησιν μὴ δυνάμενος παρακούειν τῆς σῆς, ὡς εἴρηται, θεοφιλίας, ὡς ἐκέλευσας, καθὼς ἂν οἷός τε ὦ, διὰ συντόμων ποιήσομαι ἐκ τῆς θείας Γραφῆς τὸν ἔλεγχον μὲν τῶν ἀναιρούντων τοὺς οὐρανούς, σύστασιν δὲ τῆς αὐτῶν διαμονῆς, τῆς θείας χάριτος ἡμῖν συνεργούσης καὶ τῶν σῶν προσευχῶν, προλέγοντες πρῶτον ποίοις ἰδιώμασι κέχρηται περὶ οὐρανοῦ ἡ θεία Γραφή, ἔπειτα καὶ ὅτι ἀκαταλύτους αὐτοὺς διὰ παντὸς ὁρίζεται. 7.6 Τῆς Παλαιᾶς τοίνυν ∆ιαθήκης τοῖς Ἑβραίοις γραφείσης ἀνάγκη τῇ