1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

104

τοῦτον τὸν χῶρον καὶ τὸν τούτου ἀνώτερον αἰνιττόμενος· καὶ εἰς μὲν τὴν πρώτην διὰ παντὸς οἱ ἱερεῖς τὰς λατρείας ἐπετέλουν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον μόνος ὁ ἀρχιερεὺς δι' αἵματος τράγων καὶ μόσχων εἰσῄει, εἰς τὴν ἐσωτέραν σκηνὴν ἐξιλεούμενος καὶ τὴν ἄφεσιν τῷ λαῷ ποιούμενος. 7.12 Τούτου ἕνεκά φησιν ὁ Παῦλος ὅτι ὁ Χριστὸς παραγενόμενος, ἀρχιερεὺς ὢν τῶν οὐρανῶν, ὥσπερ ὁ ἀρχιερεὺς ὁ ἐπίγειος εἰσῄει εἰς τὴν ἐσωτέραν σκηνὴν ἐν αἵματι ἀλλοτρίῳ, οὕτως καὶ αὐτὸς εἰς τὸν ἀνώτερον χῶρον εἰσελήλυθεν ἐν αἵματι ἰδίῳ, καὶ ὥσπερ ἡ ἐνταῦθα σκηνὴ μικρὰ καὶ χειροποίητος καὶ ὡς τύπος ἀτελὴς καὶ καταλυομένη, οὕτω καὶ ὁ οὐρανὸς μέγας καὶ ἀχειροποίητος καὶ βέβαιος καὶ ἀληθινὸς καὶ αἰώνιος καὶ ἀκατάλυτος, ἔνθα γίνεται ἡ αἰωνία λύτρωσις. Αἰωνίου γὰρ ὄντος τοῦ ἀρχιερέως ἐξ ἀνάγκης καὶ ἡ σωτηρία καὶ ἡ σκηνὴ αἰώνιοι τυγχάνουσι, καθὰ πάλιν γέγραπται· "Καὶ οἱ μὲν πλείονές εἰσιν ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος." 7.13 Τὸ "ὑψηλότερος τῶν οὐρανῶν" κατὰ τὸ ἰδίωμα τῆς γλώττης "τοῦ οὐρανοῦ" λέγει· φανερώτερον δὲ τὸ "ἀπαράβατον" καὶ τὸ "μένειν εἰς τὸν αἰῶνα" καὶ τὸ "πάντοτε" δηλοῖ τὸ ἀκατάλυτον τοῦ πράγματος· εἰ γὰρ ὁ ἱερεὺς ἀπαράβατός ἐστι, πάντως καὶ ἡ σκηνὴ ἔνθα ἱερουργεῖ ἀπαράβατός ἐστι, τουτέστιν ἀδιάδοχος. Καὶ ἑτέρωθι πάλιν· "∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες", ἵνα εἴπῃ μονίμην καὶ ἀμετακίνητον καὶ ἀκατάλυτον καὶ διαδοχὴν μὴ ἔχουσαν, καὶ πάλιν· "Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν", "κατάπαυσιν" αὐτὴν εἰρηκώς, ὡς ἀδιάδοχον καὶ μὴ μετανάστας πάλιν γινομένους, ἀλλ' ἀεὶ ἐν αὐτῷ τῷ οὐρανῷ καταπαύοντας. 7.14 Καὶ πάλιν· "Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατοῦμεν τῆς ὁμολογίας"· τὸ "διεληλυθότα τοὺς οὐρανούς", ἵνα εἴπῃ τὸν οὐρανὸν κατὰ τὸ ἰδίωμα τῆς γλώττης, καὶ ἔσωθεν ὄντα τῶν δύο οὐρανῶν, ὡς ἐν σκηνῇ ἀχειροποιήτῳ· καὶ πάλιν· "Ἔχοντες οὖν παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν", "τὴν εἴσοδον τῶν ἁγίων τὴν ἐν τῷ αἵματι τοῦ Ἰησοῦ" γενομένην λέγει τὴν εἴσοδον αὐτοῦ τὴν εἰς τοὺς οὐρανούς, ἣν μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐποιήσατο ἀναληφθεὶς εἰς τὸν οὐρανόν, ἣν καὶ "ἐγκαινισθεῖσαν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν" προσεῖπεν, ὡς πρῶτος πάντων αὐτὸς καινοπρεπῶς καὶ προσφάτως αὐτὴν τὴν ὁδὸν ἐβάδισε, ζῶσαν οὖσαν καὶ ἁγίαν, καὶ ἡμῖν καταλιμπάνων τινὰ ὑπογραμμόν. 7.15 Καὶ πάλιν· "Καὶ πᾶς μὲν ἀρχιερεὺς ἕστηκε καθ' ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ· τὸ λοιπὸν ἐκδεχόμενος ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μίᾳ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους"· εἰ, καθὰ ἔφη, εἰς τὸ διηνεκὲς καθέζεται ἐν δεξιᾷ τοῦ Θεοῦ μετὰ τὸ πάθος καὶ τὴν θυσίαν καὶ εἰς τὸ διηνεκὲς ἁγιάζει τοὺς προσερχομένους, πῶς οἷόν τέ ἐστι καταλύεσθαι ἔνθα αὐτὸς εἰς τὸ διηνεκὲς καθέζεται καὶ οἱ προσερχόμενοι ἁγιάζονται; 7.16 Καὶ πάλιν· "Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησε"· καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. "Μαρτυρεῖται γὰρ ὅτι "3σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ"3"· ἰδοὺ φανερώτατα ἱερέα αἰώνιον γεγονέναι λέγει τὸν Χριστὸν διὰ δυνάμεως καὶ ζωῆς ἀκαταλύτου. Πῶς οὖν ἐνδέχεται τὸν μὲν ἱερέα ἀκατάλυτον εἶναι, τὴν δὲ σκηνήν, ἧς καὶ λειτουργός ἐστι,