1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

105

καταλυομένην; Φησὶ γάρ· "Τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος", διαρρήδην καὶ αὐτὴν ἀληθινὴν καὶ ἀκατάλυτον ἐξειπών. 7.17 Καὶ πάλιν· "Ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος· ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα"· καὶ πάλιν· "Γινώσκοντες ἔχειν ὑμᾶς κρείττονα ὕπαρξιν καὶ μένουσαν." Ὅρα πάλιν, θαυμάσιε, ὅτι ἐκείνην τὴν εἴσοδον τὴν ἔσωθεν τοῦ καταπετάσματος εἰσερχομένην, τουτέστι τοῦ στερεώματος, ὅπου καὶ Ἰησοῦς εἰσελήλυθε καὶ ἡμεῖς μέλλομεν εἰσιέναι, ἀμετάθετον καὶ ἰσχυρὰν καὶ ἀσφαλῆ καὶ βεβαίαν καὶ μένουσαν καὶ διηνεκῆ καὶ δίκην ἀγκύρας περικρατοῦσαν ἡμᾶς λέγει. 7.18 Καὶ πάλιν· "Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν", ὡσανεί· Ἐκείνην ζητοῦμεν, τὴν ἀεὶ μονίμην καὶ αἰώνιον, τὴν ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶν ἐλευθέρα καὶ μήτηρ πάντων τῶν πιστῶν· ἡ γὰρ ἐνταῦθα, φησί, καταλύεται κατὰ τὸ εἰρημένον· "Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου"· καὶ πάλιν λέγει· "Τὰ ἄνω φρονεῖτε, οὗ ἐστιν ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, τὰ ἄνω ζητεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς." Τὰ ἄνω, εἶπον ὑμῖνφησίν, ἔνθα νῦν ἐστιν ὁ Χριστὸς καθήμενος, τὰ ἐκείνου ζητεῖτε, μὴ τὰ ἐνταῦθα. 7.19 Ὅτι δὲ καὶ ἡτοιμασμένην ἀπεντεῦθεν καλεῖ αὐτὴν ἐξόν σοι ἀκοῦσαι πάλιν τοῦ Παύλου λέγοντος· "∆ιὸ οὐκ ἐπαισχύνεται ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν", καὶ πάλιν αὐτοῦ τοῦ Κυρίου λέγοντος· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν"· καὶ πότε ἡτοιμάσθη; φησίν· "Ἀπὸ καταβολῆς κόσμου", ἵνα εἴπῃ· Ἔκτοτε ἐν τῇ ἀρχῇ τῆς κτίσεως, ἅμα τῷ δημιουργεῖσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ παραχθέντα σὺν αὐτοῖς, ἡτοιμάσθη ὁ τόπος τῆς βασιλείας τῶν οὐρανῶν, τοῦ Θεοῦ προβλεψαμένου κρεῖττόν τι περὶ ἡμῶν. 7.20 Ἔτι γὰρ πάλιν λέγει ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· "Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν, ὅτι πορεύομαι ἑτοιμάσαι ὑμῖν τόπον"· "τὴν οἰκίαν τοῦ Πατρός μου" λέγει τὸ κατοικητήριον, τὸ ἐν τοῖς οὐρανοῖς· ἐν τούτῳ οὖν, φησίν, ἐστὶν ὑμῶν τὸ κατοικητήριον τὸ ἡτοιμασμένον ὑμῖν παρὰ τοῦ Πατρός. Εἶτα πάλιν λέγει· "Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε· καὶ ὅπου ὑπάγω, οἴδατε τὴν ὁδόν." 7.21 Καὶ πάλιν πρὸς τὴν μητέρα Ἰακώβου καὶ Ἰωάννου αἰτησαμένην ἕνα ἐκ δεξιῶν αὐτοῦ εἶναι καὶ ἕνα ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ ἀπεκρίνατο λέγων· "Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου." Οἱ ἄξιοι τοίνυν τούτων τυγχάνουσι καὶ πρὸ τοῦ ἐμὲ χαρίσασθαι, εἴτε τοῖς σοῖς υἱοῖς, εἴτε καὶ ἑτέροις ἀξίοις οὖσιν. Ἀλλὰ καὶ τὸ "ὅπου εἰμὶ ἐγώ, ἵνα καὶ ὑμεῖς ἦτε" θαυμασίως παρίστησιν ἀκατάλυτον εἶναι τὸν τόπον ἐκεῖνον καὶ ἀπεντεῦθεν ἡτοιμασμένον, καὶ οὐ κατὰ τοὺς σοφοὺς ἕτερον εἶναι τὸν τόπον ἀντεισαγόμενον, ἐν ᾧ μέλλομεν ἀνιστάμενοι οἰκεῖν, τούτου τοῦ ἐν τοῖς οὐρανοῖς καταλυομένου. Καὶ συντόμως εἰπεῖν, ἀναρίθμητοί εἰσι σχεδὸν αἱ χρήσεις ἐν τῇ θείᾳ Γραφῇ, ὅσαι δηλοῦσιν ὡς ἀκατάλυτός ἐστιν ὁ οὐρανός, ἐν ᾧ εἰσελήλυθεν ὁ Χριστὸς καὶ ἡμεῖς μέλλομεν εἰσιέναι. 7.22 Καὶ ταῦτα μὲν ὁ Κύριος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἐκήρυξεν, ὁ δὲ ἀπόστολος Παῦλος πρὸς τοὺς ἐκ τῶν Ἑβραίων πεπιστευκότας ἐπὶ Χριστὸν γεγράφηκεν ἀντιδιαστέλλων αὐτοῖς ἁρμοδίως τὰ τῆς σκηνῆς πάντα, τά τε τῆς ἐξωτέρας πρὸς τοῦτον τὸν χῶρον, τά τε τῆς ἐσωτέρας πρὸς τὸν ἀνώτερον καὶ οὐράνιον χῶρον. 7.23 Πρὸς δὲ τοὺς ἐκ