1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

107

τοῦ τὰ πάντα δημιουργήσαντος Θεοῦ. 7.30 Λογίσασθε ὅτι "ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς βούλεται, καὶ ἑκάστῳ δὲ τῶν σπερμάτων ἀναλογοῦν ἴδιον σῶμα δίδωσιν", ἵνα εἴπῃ· Οὐκ ἀλλότριον, οὐδὲ ξένον, ἀλλ' ὅμοιον σῶμα πληθῦνον ἑκάστῳ καὶ ἀναλογοῦν δίδωσιν. Εἶτα πάλιν, μετὰ τὸ συγκρῖναι σάρκας διαφόρους καὶ σώματα ἐπίγεια καὶ ἐπουράνια, καὶ πολλὴν δείξας αὐτῶν τὴν διαφορὰν ἐπάγει· "Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Εἰ ἔστι σῶμα ψυχικόν, ἔστι καὶ πνευματικόν· οὕτως καὶ γέγραπται "3Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν"3, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Ἀλλ' οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου· τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ." 7.31 Βούλεται ἐνταῦθα ἐκ παραλλήλου φυσικώτερον ἐπιχειρῶν πείθειν τοὺς ἐν τῇ σοφίᾳ τοῦ κόσμου ἀναστρεφομένους, καὶ ἐκ τοῦ κατὰ τὸν σῖτον παραδείγματος μετελήλυθεν ἐπὶ τὴν τῶν νεκρῶν ἀνάστασιν λέγων ὅτι ὥσπερ ὁ σῖτος σπείρεται καὶ διαλύεται, οὕτως καὶ τὰ σώματα τῶν ἀνθρώπων σπειρόμενα νεκρὰ ἐν τῇ γῇ διαλύεται, καὶ ὥσπερ μετὰ πολλῆς προσθήκης καὶ ἀσφαλείας καὶ κάλλους ἀναδίδοται, οὕτω καὶ τὰ σώματα τῶν ἀνθρώπων μετὰ πολλῆς τιμῆς καὶ δόξης καὶ δυνάμεως καὶ ἀφάτου κάλλους ἀνίστανται, διακρινόμενα ὑπὸ τῆς παντοδυνάμου σοφίας καὶ ἀφάτου ἰσχύος τοῦ τὰ πάντα κτίσαντος καὶ ἀνακτίζοντος Θεοῦ. Ἐν ᾧ γὰρ στοιχείῳ εὑρεθῇ σῶμα ἀνθρώπειον δεδαπανημένον καὶ πεπεμμένον ὑπὸ ἑτέρων μυρίων σωμάτων, τινασσόμενον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐκ θεμελίων τὰ ζητούμενα ταῖς ἰδίαις ψυχαῖς ἀποδίδωσι· καὶ ὥσπερ ἐν κοσκίνῳ σαλευομένῳ τὸ ζητούμενον μέσον εὑρίσκεται, οὕτω καὶ τὰ σώματα τῶν ἀνθρώπων, σαλευομένων τῶν στοιχείων καὶ τινασσομένων, τὰ ζητούμενα εἰς μέσον ἄγονται. 7.32 Καὶ οὐ θαυμαστὸν τοῦτο τῷ Θεῷ· ὡς γὰρ κριτής ἐστι καρδιῶν καὶ λογισμῶν καὶ ἐννοιῶν καὶ διακρίνει ἑκάστου ἐξ αἰῶνος τοὺς καθ' ἕκαστον χρόνον λογισμούς τε καὶ ἐννοίας μέχρι τῆς συντελείας, οὕτω καὶ δυνατὸν αὐτῷ ἐστι τὸ εὐτελέστερον ποιῆσαι καὶ σώματα ἐκ σωμάτων διακρῖναι· "ἔτι γὰρ ἅπαξ ἐγώ, φησί, σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν"· τὸ δὲ "ἔτι ἅπαξ" δηλοῖ τὴν τῶν σαλευομένων μετάστασιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα, ἵνα εἴπῃ ὅτι· Ἐν τῇ συντελείᾳ τινάξω ἔτι ἅπαξ πάντα σαλεύων πρὸς τὴν ἑκάστου ἰδίαν μετάθεσιν· ὡς ἤδη γὰρ αὐτῶν πεποιημένων ἐξ ἀρχῆς καὶ φθορὰν ἢ τροπὴν ὑπομεινάντων ῥᾴδιον ἐπὶ τὴν οἰκείαν φύσιν ἕκαστον μεταρρυθμίσω, ἵνα καὶ τοῦ λοιποῦ μείνωσιν ἐν κρείττονι καταστάσει, μηκέτι κλόνον ἢ σάλον ὑπομένοντα. 7.33 Ἀλλὰ πάλιν ἐρεῖ τις· Πῶς τὰ αὐτὰ ἡμῶν σώματα ἀνίστανται ἤδη πεπεμμένα καὶ μεταβληθέντα εἰς ἕτερα μυρία σώματα; Πρὸς τοῦτον ἐροῦμεν ὅτι ὥσπερ ἡμεῖς μικροὶ ὄντες ἐσθίομεν σάρκας ἑτέρας πολλάς, οἷον βοῶν, χοίρων καὶ ἑτέρων διαφόρων καὶ πετεινῶν καὶ ἰχθύων, καὶ πεπτόμενα αὔξουσι τὸ ἡμέτερον σῶμα μὴ μεταβαλλόμενον, μήτε ἄλλο ἀντὶ ἄλλου γινόμενον, ἀλλὰ μένει ἐν τῇ ταυτότητι, οὕτω καὶ ἐν τῇ ἀναστάσει τὸ ἔμπαλιν ἡμῶν πασχόντων, καὶ τῶν ἡμετέρων σωμάτων ἐν τοῖς στοιχείοις ἀναλυθέντων, ῥᾳδίως κινήσει τινὶ τὰς ἰδέας ἀποκαθισταμένας ἂν ἴδοις, διακρινομένας ὑπὸ τῆς θείας δυνάμεως. Ὥσπερ γὰρ ζώντων ἡμῶν οὐ μεταβάλλεται ἀπὸ τῆς τῶν ἑτέρων κοινωνίας, τοῦ Θεοῦ οὕτω διαταξαμένου, οὕτως καὶ τελευτώντων εὐχερῶς ὑπὸ τῆς αὐτοῦ δυνάμεως διακρινόμενα σῴζεται ἀπὸ τῆς εἰς ἕτερον μεταβολῆς. 7.34 Ὅρα δὲ πάλιν, θαυμάσιε, τὸν Ἀπόστολον οὐρανίους