108
ἀνθρώπους καὶ ἐπιγείους λέγοντα· "καὶ ὡς ἐφορέσαμεν, φησί, τὴν εἰκόνα τοῦ χοϊκοῦ", τουτέστι τοῦ Ἀδὰμ τὴν θνητότητα καὶ τὴν ἀσθένειαν καὶ τὴν φθοράν, "φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου"· τουτέστι τοῦ προλαβόντος καὶ ἀνελθόντος ἤδη ἐν τοῖς οὐρανοῖς ἐκ τῆς τῶν νεκρῶν ἀναστάσεως, λέγω δὴ τοῦ Χριστοῦ κατὰ σάρκα τοῦ γενομένου δυνατοῦ καὶ ἀφθάρτου καὶ ἀθανάτου καὶ δεδοξασμένουκαὶ ἡμεῖς ὁμοίως αὐτῷ οὐράνιοι γινόμενοι, καλῶς δὲ καὶ τὸ "ἐφορέσαμεν" ἤδη εἰπών, καὶ τὸ "φορέσομεν" ὡς πάλιν ἐπὶ μέλλοντος προειπών· διὰ τοῦτο πάλιν γεγηθὼς καὶ ἀγαλλόμενος κέκραγεν· "Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος "3Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ νῖκος; Ποῦ σου, ᾅδη, τὸ κέντρον;"3", ἵνα εἴπῃ· Ἀφανὴς γενήσεται καταποθεὶς ὁ θάνατος, τῆς ζωῆς ὑπερνικώσης ἐν ἡμῖν· διὰ τοῦτο βοήσωμεν· Ποῦ σού ἐστι, θάνατε, ἡ ὑπερηφανία; Καί σου, ᾅδη, τὸ κράτος; 7.35 Λοιπὸν ἀποδίδωσι τὸ ὅλον τῷ Θεῷ διὰ τοῦ Χριστοῦ οἰκονομηθὲν καί φησι· "Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ", ἵνα εἴπῃ· Ταύτην τὴν νίκην τὴν κατὰ τοῦ θανάτου τὴν διὰ τοῦ Χριστοῦ ἐδωρήσατο ἡμῖν ὁ τῶν ὅλων Θεόςᾧ πρέπει δόξα καὶ εὐχαριστία διὰ παντός, ἀμήν, οὐδὲν ἕτερον καὶ τούτοις γράψας, εἰ μὴ ἅπερ καὶ τοῖς ἐξ Ἰουδαίων γεγράφηκεν, ὅτι ἐκ τῆς καταστάσεως ταύτης τῆς ἐπικήρου ἐπὶ τὴν μέλλουσαν μετερχόμεθα, τουτέστι τὸν οὐράνιον χῶρον, ὃν καὶ καλεῖ βασιλείαν οὐρανῶν, ὡς βασιλευόντων ἡμῶν κατὰ τῶν παθῶν καὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου καὶ ἐν ἐξαιρέτῳ χωρίῳ αἰωνίῳ καὶ ἁρμοδίῳ διαγόντων, ὃ καὶ μετασχηματιζόμενοι ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν κληρονομοῦμεν. 7.36 Τοῦτο γὰρ καὶ ἀνωτέρω ἐπεσημήνατο ὁ Ἀπόστολος ἐν τῷ κατὰ τὸν κόκκον τοῦ σίτου ὑποδείγματι, ὡς ὅτι παραδείγματι φθαρτῷ πρὸς ἀφθαρσίαν ἐχρήσατο λέγων· Μὴ νομίσητε τούτῳ κατὰ πάντα ὁμοίως ἔχειν τὰ ὑποδείγματα· τοῦτο γὰρ ὑμῖν λέγω ὅτι ἔτι θνητοὺς ἡμᾶς ὑπάρχοντας ἢ τρεπτοὺςτοῦτο γὰρ λέγει "αἷμα καὶ σάρκα" ἀνένδεκτόν ἐστι κληρονομεῖν βασιλείαν οὐρανῶν, εἰ μὴ πρῶτον ἐκ νεκρῶν ἄφθαρτοι καὶ ἀθάνατοι καὶ ἄτρεπτοι ἀναστῶμεν. 7.37 Ἀλλὰ καὶ ὁ Κύριος τῷ αὐτῷ ὑποδείγματι ἐχρήσατο, ὅτε τινὲς τῶν Ἑλλήνων παρεκάλεσαν τὸν Φίλιππον δεῖξαι αὐτοῖς τὸν Ἰησοῦν, πρὸς ὃν ὁ Κύριος ἀπαγγείλαντα ἀπεφήνατο λέγων· "Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει", ἵνα εἴπῃ· Τί με βούλονται νῦν ἰδεῖν οὕτως ὁρώμενον, εὐκαταφρόνητον, ὡς κόκκον μόνον σίτου ὑπάρχοντα; Εἰ μὴ γὰρ ἀποθάνω ὡς ὁ κόκκος καὶ ἀναστῶ ὡς ὁ στάχυς, ὡραῖος, ἄφθαρτος καὶ ἀθάνατος καὶ ἄτρεπτος γενόμενος, καὶ ἐν τῷ ὀνόματί μου δυνάμεις καὶ σημεῖα μεγάλα γενήσωνται, οὐ γνώσονται τὴν ἡμετέραν δύναμίν τε καὶ δόξαν. 7.38 Ὁμοίως καὶ Ἰωάννης ὁ Βαπτιστὴς περὶ τοῦ Κυρίου διαλεγόμενος, καὶ σπεύδων δεῖξαι αὐτὸν ἐν τῇ μελλούσῃ καταστάσει κριτὴν τοῦ παντὸς ὄντα, τῷ κατὰ τὸν σῖτον ὑποδείγματι καὶ αὐτὸς ἐχρήσατο καί φησιν οὕτως· "Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ." 7.39 Ἡνίκα δὲ καὶ πρὸς αὐτοὺς τοὺς Ἕλληνας ἀποτεινόμενος ἐν Ἀθήναις ὁ Παῦλος ἐν τῷ Ἀρείῳ πάγῳ τί φησιν; "Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο "3Ἀγνώστῳ Θεῷ"3· ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα. Ἐποίησέ τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν ζητεῖν τὸν Θεόν, εἰ ἄρα γε ψηλαφήσειεν αὐτὸν καὶ