109
εὕροιεν, καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασι· "3Τοῦ γὰρ καὶ γένος ἐσμέν."3 7.40 Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσίῳ, ἢ καὶ ἀργυρίῳ, ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσιν ἀνθρώποις πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν", οὐδὲν ἐκτὸς καὶ τούτοις εἰπών, ὧν πρώην τοῖς πιστεύσασιν ἐξ Ἰουδαίων καὶ Ἑλλήνων εἶπεν, ὅτι ὁ Θεὸς ἀπερίγραφος ὑπάρχων καὶ παντοδύναμος, ὃν ἤγειρεν ἐκ νεκρῶν ἄνδρα εἰς πίστωσιν πάντων ἀνθρώπων, ἐν αὐτῷ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, αὐτὸν ὁρίσας κριτὴν τοῦ παντός. Ὁμοίως εἶπε περὶ αὐτοῦ ὁ μὲν Ἀπόστολος· "Καὶ ἐκάθισεν αὐτὸν ἐν δεξιᾷ αὐτοῦ", ὁ δὲ Ἰωάννης ὁ Βαπτιστὴς ὁμοίως πτύον ἐν τῇ χειρὶ αὐτοῦ εἶπε, καὶ ἀφοριεῖ τὸν σῖτον ἀπὸ τῶν ἀχύρων παραδιδοὺς τιμωρίαις τοὺς ἁμαρτωλοὺς τοὺς δίκην ἀχύρων ἀπὸ διακρίσεως τοῦ σίτου ὑπάρχοντας. 7.41 Ὅθεν τινὲς μὲν ἐξ αὐτῶν ἐπίστευσαν, καθὼς γέγραπται, τινὲς δὲ καὶ "ἐχλεύαζον ἀνάστασιν νεκρῶν ἀκούοντες"· καί τινες πάλιν ἔλεγον· "Τί ἂν θέλοι λέγειν ὁ σπερμολόγος οὗτος;" ὡσανεὶ ὁ τὰ ἡμέτερα σπέρματα ἀνορύττων· ἕτεροι δὲ ἔλεγον· "Ἀκουσόμεθά σου πάλιν περὶ τούτου"· καὶ αὖθις ἕτεροι· "Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι, ὅτι, φησὶν ὁ Λουκᾶς, τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο"· καὶ πάλιν ἕτεροι· "∆υνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;" Καὶ ἁπλῶς εἰπεῖν, οἱ πλείους αὐτῶν ἔσκωπτον τὸν Παῦλον περὶ ἀναστάσεως νεκρῶν ὅλως διαλεγόμενον. 7.42 Ἡνίκα δὲ καὶ πρὸς τὸν Φῆστον τὸν ἡγεμόνα καὶ τὸν Ἀγρίππαν τὸν βασιλέα ὁ Παῦλος ἐγκαλούμενος ὑπὸ Ἰουδαίων ἐπὶ τοῦ βήματος παρίστατο, τῶν προπραχθέντων τὴν δύναμιν διηγησόμενος, ὁ Φῆστος τῷ Ἀγρίππᾳ ἔλεγεν ὡς "ζητημάτιά τινα ἔχουσι" πρὸς ἀλλήλους "περὶ τῆς ἰδίας δεισιδαιμονίας", ὅ τε Παῦλος καὶ οἱ Ἰουδαῖοι, "καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν"· ἐπιτραπεὶς παρ' αὐτῶν ὁ Παῦλος μετὰ παρρησίας λαμπρᾷ τῇ φωνῇ ἐβόα· "Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ, τί ἄπιστον παρ' ὑμῖν κρίνεται εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;" Εἶτα πάλιν· "Ἕνεκα τούτου συλλαβόμενοί με ὄντα ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν." 7.43 Ὁμοίως πάλιν καὶ αὐτοῖς τοῖς ἀπίστοις Ἰουδαίοις παρ' αὐτῶν προτραπεὶς ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας τί φησιν; "Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε· ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησε τὴν γῆν αὐτῶν, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα· καὶ μετὰ ταῦτα ἔδωκε κριτὰς ἕως Σαμουὴλ προφήτου· κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς τὸν Σαούλ, υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρε τὸν ∆αυῒδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας "3Εὗρον ∆αυΐδ, τὸν τοῦ Ἰεσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου"3. 7.44 Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ· ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε· Τί ἐμὲ ὑπονοεῖτε εἶναι, οὐκ εἰμὶ ἐγώ, ἀλλ' ἰδοὺ ἔρχεται μετ' ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν