1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

110

ποδῶν λῦσαι. Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν Σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν· καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο ἀναιρεθῆναι αὐτόν· ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον· ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινες νῦν εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 7.45 Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ· "3Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε"3· ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι· "3∆ώσω ὑμῖν τὰ ὅσια ∆αυῒδ τὰ πιστά"3· διὸ καὶ ἐν ἑτέρῳ λέγει· "3Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν"3. ∆αυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. Γνωστὸν οὖν ὑμῖν ἔστω, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις· "3Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν"3." 7.46 Καὶ τούτοις ὁμοίως ἐκ τῶν προφητῶν διηγησάμενος οὐδὲν ἕτερον ἔλεγεν, ἢ ὅσα τοῖς ἄλλοις προείρηκε, θάνατον, ἀνάστασιν καὶ βασιλείαν οὐρανῶν, πάντα σπεύδων πείθειν, συνεργοῦντος αὐτῷ τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ δυνάμεσιν, οἷς ἐποίουν αὐτός τε καὶ πάντες οἱ ἀπόστολοι ἐναντίον Ἑλλήνων τε καὶ Ἰουδαίων, πιστῶν καὶ ἀπίστων, ἔτι τε καὶ προρρήσεσι καὶ ἐκβάσεσι βεβαιῶν αὐτοὺς ἐν πᾶσιν, ἅπερ ὑπερβαίνει τὸν κόσμον τοῦτον, "ὃς καὶ ἱκάνωσεν αὐτούς, καθὼς γράφει Παῦλος, διακόνους Καινῆς ∆ιαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ", ἵνα εἴπῃ· Ἐκ τοῦ Θεοῦ ἐγενόμεθα ἱκανοὶ διὰ τῶν σημείων τοῦ ἁγίου Πνεύματος εἰς τὸ πείθειν τοιαῦτα διδάσκοντες. 7.47 ∆ιακόνους γὰρ ἡμᾶς ὁ Θεὸς κατέστησε τῆς Καινῆς καὶ ζωοποιοῦ ∆ιαθήκης, οὐ τοῦ παλαιοῦ γράμματος, τουτέστι τοῦ γραπτοῦ νόμου, τοῦ θανατοῦν ἀπειλοῦντος, ἀλλὰ τῆς δυνάμεως τῆς ζωοποιοῦ, τουτέστι τοῦ ἁγίου Πνεύματος· ὅθεν πάλιν λέγει· "Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· ἐλεύσομαι δὲ ταχέως, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει", ἵνα εἴπῃ ὅτι πάντα λόγον ὑπερβαίνει ὁ λόγος τῆς βασιλείας τῶν οὐρανῶν, καὶ μάτην φυσῶνταί τινες διὰ λόγου συνιστᾶν πειρώμενοι· μόνον γὰρ ἀξιόπιστός ἐστιν ἐκ τῆς δυνάμεως τοῦ ἁγίου Πνεύματος καὶ τῶν ἐξ αὐτοῦ παρακολουθούντων σημείων· καὶ πάλιν λέγει· "Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν", ὡσανεί· ∆υνατός ἐστιν ἐκ τῶν σημείων τῶν γινομένων ἐν ὑμῖν ἐν τῷ ὀνόματι αὐτοῦ. Καὶ ταῦτα μὲν περὶ τούτων. 7.48 Τινὲς δὲ λέγουσι μὴ εἶναι ἐν τῷ κόσμῳ τούτῳ τοὺς ἀγγέλους, ἀλλ' ἐν τῷ ἀνωτέρῳ καὶ οὐρανίῳ χώρῳ· πρὸς οὓς ἐκ μέρους ὀλίγα παραθήσομεν ἀπὸ τῆς θείας Γραφῆς δηλούσης ὡς ἅμα ἡμῖν ἐν τῷ χώρῳ τούτῳ διάγουσι, καὶ οὔπω τις ἐξ αὐτῶν ἠξιώθη τῶν ἄνω τέως τυχεῖν. Πρῶτος ὁ Κύριος οὕτω πρὸς Νικόδημον διαλεγόμενός φησι· "Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ", σαφέστερον δηλώσας μηδένα τὸ σύνολον ἀναβεβηκέναι εἰς τὸν ἀνώτερον χῶρον, εἰ μὴ τὸν ∆εσπότην Χριστόν· ὁ δὲ ἀπόστολος Παῦλός φησι· "Θέατρον