1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

114

καὶ ἑτέρους καινοὺς εἰσάγεσθαι; Εἰ γὰρ οἰκητήριόν ἐστι καὶ νῦν ἀφθάρτων καὶ ἀθανάτων καὶ ἀτρέπτων ὁ ἐν τοῖς οὐρανοῖς χῶρος, πῶς καὶ ἡμᾶς οὐ δέξεται ἀνισταμένους ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους γινομένους; 7.65 Ἄπαγε οὖν τῆς τοιαύτης μανίας. Οὐ γὰρ μεταμεμέληται ὁ Θεὸς ἐφ' οἷς πεποίηκε, τούτους μὲν ἀπολλύων, ἑτέρους δὲ εἰσάγων, ἀλλὰ πᾶσαν τὴν κτίσιν ἐπὶ τὸ κρεῖττον ἀνακαινίζει, καθὰ καὶ πολλάκις εἰρήκαμεν· εἰ γὰρ ὁ ἄνθρωπος, ὁ σύνδεσμος ὢν πάσης κτίσεως, ἀνακαινίζεται κατά τε τὸ σῶμα ἄφθαρτος καὶ ἀθάνατος καὶ κατά γε τὴν ψυχὴν ἄτρεπτος γινόμενος, εὔδηλον ὅτι πάντα τὰ στοιχεῖα, ἐξ ὧν καὶ σύγκειται τὸ σῶμα τοῦ ἀνθρώπου, καὶ πάντα τὰ λογικὰ συγγενῆ ὄντα καὶ αὐτὰ κατὰ ψυχὴν τοῦ ἀνθρώπου, ἀνακαινίζονται καὶ εἰς βελτίωσιν ἔρχονται; "Ἀνακεφαλαιώσασθαι γὰρ τὰ πάντα, φησὶν ὁ Ἀπόστολος, ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς", καὶ πάλιν· "Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά", "καινὰ" λέγων "τὰ πάντα" τὴν ἀνακαίνισιν πάντων τῶν ὄντων· "ἀνακεφαλαίωσιν" γὰρ εἰπὼν καὶ "καινὴν κτίσιν" δι' ἑκατέρου τὸ αὐτὸ ἐσήμανεν, ἐν τῷ Χριστῷ ἤδη γενομένην. 7.66 Ὥσπερ γὰρ καὶ ὁ Χριστὸς κατὰ σάρκα ἀναστὰς ἀπὸ τῶν νεκρῶν οὐκ ἄλλος ἦν Χριστὸς παρὰ τὸν τετελευτηκότα, ἀλλ' αὐτὸς ἦν ὁ καὶ τὸν θάνατον ὑπομείνας ὁμοίως καὶ τὴν ἀνάστασιν, κρείττων γενόμενος παθῶν καὶ θανάτου, οὕτως καὶ πᾶσα ἡ κτίσις μὴ ἀπολλυμένη, ἀλλ' ἡ αὐτὴ ὑπάρχουσα ἐπὶ τὸ κρεῖττον μεθίσταται· "Ἔστησε γὰρ αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται", φησὶ τὸ θεῖον λόγιον. ∆ιὰ τοῦτο "οὐκ ἀγγέλων ἐπελάβετο ὁ Θεός, ἀλλὰ σπέρματος Ἀβραάμ", καθὰ γέγραπται· εἰ γὰρ ἐπελάβετο ἀγγέλων, τὰ λογικὰ μόνον ἤλπιζον ἀνακαινίζεσθαι ὡς συγγενῆ αὐτῶν ὄντα· νυνὶ δὲ σπέρματος Ἀβραὰμ ἐπιλαβόμενος, τουτέστι σώματος καὶ ψυχῆς λογικῆς, καὶ ἀναγαγὼν εἰς τὸν οὐράνιον χῶρον πάσῃ τῇ κτίσει ἐλπίδα σωτηρίας προκατεβάλετο. 7.67 Τὸ ἐν ταῖς οὖν Καθολικαῖς εἰρημένον "ἐν ᾗ οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται· καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν" τοῦτον ἔχει τὸν νοῦν, ὅτι ῥοιζηδόν, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ, ὥσπερ ἐν χωνευτηρίῳ πυρούμενοι καὶ καθαριζόμενοι, τὴν ἐπὶ τὸ κρεῖττον ἀλλαγὴν ὑπομένουσι τὰ στοιχεῖα πάντα, καὶ οἱ οὐρανοὶ καὶ ἡ γῆ, καινῶν αὐτῶν τούτων γινομένων καὶ τῇ καταστάσει τῆς πολιτείας ἐναλλαττομένων, ὡς τὸ παρὰ τῷ Παύλῳ λεγόμενον· "Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου", ὡσανεὶ ἡ νῦν πολιτευομένη κατάστασις, τῆς διαδοχῆς τῆς νυκτὸς καὶ τῆς ἡμέρας παυομένης, καὶ τῶν ἄστρων δρόμον μὴ τελούντων, καὶ τοῦ ἀέρος μὴ κινουμένου, μήτε τοῦ ὕδατος μήτε τῆς γῆς φυούσης καρπούς, ἀλλ' ἑτέρας τινὸς καταστάσεως ἐπεισαγομένης, ἁρμοζούσης ἀθανάτοις καὶ ἀφθάρτοις καὶ ἀτρέπτοις ἀνθρώποις καὶ ἀγγέλοις. 7.68 Σιωπῶμεν δὲ ὅτι τὰς Καθολικὰς ἀνέκαθεν ἡ Ἐκκλησία ἀμφιβαλλομένας ἔχει, καὶ πάντες δὲ οἱ ὑπομνηματίσαντες τὰς θείας Γραφάς, οὔτε εἷς αὐτῶν λόγον ἐποιήσατο τῶν Καθολικῶν· ἀλλὰ καὶ οἱ κανονίσαντες τὰς ἐνδιαθήκους βίβλους τῆς θείας Γραφῆς πάντες ὡς ἀμφιβαλλομένας αὐτὰς ἔθηκαν, λέγω δὴ Εἰρηναῖος, ὁ Λουγδούνων ἐπίσκοπος, ἀνὴρ ἐπίσημος καὶ λαμπροῦ βίου, μετ' οὐ πολὺ τῶν ἀποστόλων γενόμενος, καὶ Εὐσέβιος ὁ Παμφίλου καὶ Ἀμφιλόχιος, ἐπίσκοπος γενόμενος τοῦ Ἰκονίου, φίλος καὶ κοινωνικὸς τοῦ μακαρίου Βασιλείου, καὶ αὐτὸς ἐν τοῖς πρὸς Σέλευκον αὐτῷ γραφεῖσιν Ἰάμβοις ἀμφιβαλλομένας αὐτὰς ἐξεῖπεν, ὁμοίως καὶ Σευηριανὸς ὁ Γαβάλων εἰς τὸν Κατὰ Ἰουδαίων λόγον αὐτοῦ αὐτὰς ἀπεκήρυξεν. Οὐ γὰρ τῶν ἀποστόλων αὐτάς φασιν οἱ πλείους, ἀλλ' ἑτέρων τινῶν πρεσβυτέρων ἀφελεστέρων. 7.69 Ὅθεν ὁ Παμφίλου εἰς τὴν Ἐκκλησιαστικὴν αὐτοῦ ἱστορίαν λέγει ὅτι ἐν Ἐφέσῳ δύο μνήματά εἰσιν, ἓν Ἰωάννου τοῦ εὐαγγελιστοῦ, καὶ ἓν ἑτέρου Ἰωάννου πρεσβυτέρου τοῦ γράψαντος τὰς δύο ἐπιστολὰς τῶν Καθολικῶν, τὴν δευτέραν καὶ τὴν τρίτην, ἔνθα προγέγραπται· "Ὁ πρεσβύτερος τῇ ἐκλεκτῇ κυρίᾳ", καί· "Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ". Εἰ μὴ γὰρ