1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

115

τὴν πρώτην Πέτρου καὶ τὴν πρώτην Ἰωάννου οὐ λέγει αὐτὸς καὶ Εἰρηναῖος εἶναι τῶν ἀποστόλων, ἕτεροι δὲ οὔτε αὐτὰς λέγουσι τῶν ἀποστόλων εἶναι, ἀλλὰ τῶν πρεσβυτέρων· πρώτη γὰρ καὶ δευτέρα καὶ τρίτη Ἰωάννου γέγραπται, ὡς δῆλον ἑνὸς προσώπου εἶναι τὰς τρεῖς. 7.70 Ἕτεροι δὲ καὶ τὴν Ἰακώβου σὺν ταῖς ἄλλαις δυσὶ δέχονται· ἕτεροι πάσας δέχονται· παρὰ Σύροις δέ, εἰ μὴ τρεῖς μόναι αἱ προγεγραμμέναι, οὐχ εὑρίσκονται, λέγω δὴ ἡ Ἰακώβου καὶ ἡ πρώτη Πέτρου καὶ ἡ Ἰωάννου πρώτη· αἱ ἄλλαι γὰρ οὔτε κεῖνται παρ' αὐτοῖς. Οὐ χρὴ οὖν τὸν τέλειον χριστιανὸν ἐκ τῶν ἀμφιβαλλομένων ἐπιστηρίζεσθαι, τῶν ἐνδιαθέτων καὶ κοινῶς ὡμολογημένων Γραφῶν ἱκανῶς πάντα μηνυόντων περί τε τῶν οὐρανῶν καὶ τῆς γῆς καὶ τῶν στοιχείων καὶ παντὸς τοῦ δόγματος τῶν χριστιανῶν. 7.71 Ἠλίθιοι τοιγαροῦν εἶναί μοι δοκοῦσι καὶ τῶν θείων Γραφῶν παντελῶς ἀμύητοι οἱ τῶν καινῶν δογμάτων εὑρεταί, οἱ τοὺς οὐρανοὺς καταλύεσθαι οἰόμενοι. Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς εἰδὼς καὶ προειδὼς ὁ Θεός, καὶ ἀεὶ γινώσκων καὶ μηδέποτε πρόσληψιν γνώσεως ἐπιδεχόμενος, βουλόμενος καὶ ἑτέροις μεταδοῦναι τοῦ εἶναι καὶ τῆς ἰδίας αὐτοῦ ἀγαθότητος καὶ γνώσεως καὶ σοφίας ἐμπλῆσαι, πεποίηκε τὸν σύμπαντα κόσμον περιγράψας ἐν οὐρανῷ καὶ γῇ· θεὶς δὲ μέσον τὸ στερέωμα καὶ συνδήσας τῷ πρώτῳ οὐρανῷ καὶ ποιήσας τὸν ἕνα χῶρον δύο χώρους ἀπένειμε τῇ θνητῇ καὶ τρεπτῇ καταστάσει τὸν χῶρον τοῦτον, προετοιμάσας καὶ τῇ μελλούσῃ καταστάσει τὸν ἀνώτερον, καθὰ καὶ ἡ καταγραφὴ τοῦ σχήματος ἐπὶ τέλει δείκνυσι, καὶ ἡ τῆς σκηνῆς κατασκευή, ἐκμαγεῖον καὶ αὐτὴ γεγονυῖα παντὸς τοῦ κόσμου. 7.72 Καὶ ἐν μὲν ταύτῃ τῇ καταστάσει ἐδοκίμασεν ἡμᾶς νῦν διάγειν ὡς ἐν παιδευτηρίῳ χρησίμῳ ἔχοντι λυπηρὰ καὶ ἡδέα, ἵνα διὰ μὲν τῶν λυπηρῶν παιδευώμεθα, διὰ δὲ τῶν ἡδέων μὴ ἀπείπωμεν, διδασκόμενοι καὶ ἀναγόμενοι πρὸς ἐπίγνωσιν τοῦ πεποιηκότος διὰ τῆς ποικιλίας τῶν κτισμάτων καὶ τῆς πανσόφου ἁρμονίας καὶ τῆς διαφορᾶς τῶν ὄντων, ὅστις καὶ νόμους ἡμῖν δέδωκε κατὰ καιροὺς ὀπτανόμενος πρὸς βοήθειαν τῆς ἡμετέρας ἀσθενείας, ἀνάγων τοὺς λογικούς, ὡς εἴρηται, εἰς ἐπίγνωσιν τῆς αὑτοῦ παναγάθου φιλανθρωπίας, ὅπερ ἐστὶ κεφάλαιον πάντων τῶν λογικῶν· κτιστῶν γὰρ ἡμῶν ὄντων καὶ ἐξ ἑτέρου ἐχόντων τὸ εἶναι, ἐκείνου αὐτοῦ ἀεὶ δεόμεθα πρὸς σύστασιν καὶ γνῶσιν ἡμετέραν· οὐκ ἐνῆν γὰρ ἡμᾶς εὐθέως γενομένους πᾶσαν τὴν γνῶσιν ἔχειν· τοῦτο γὰρ ἴδιον τοῦ ἀγενήτου Θεοῦ. 7.73 Ἐπειδὴ οὖν ἐξ ἀγαθότητος ὁ Θεὸς ἀπορρήτως ἐποίησε τὰ ἔμψυχα καὶ τὰ ἄψυχα, ἄμοιρα γνώσεως ὄντα, πρὸς διδασκαλίαν καὶ βοήθειαν ἡμῶν τῶν λογικῶν, μέσους τινὰς ἑαυτοῦ τε καὶ τούτων, ὡς ἐνεδέχετο, πεποίηκεν ὁ Θεὸς τοὺς λογικούς, ἵνα τῇ ποικιλίᾳ τοῦ παντός, ἔτι τε καὶ τοῖς παραδεδομένοις ἡμῖν νόμοις, τῇ συντριβῇ τῆς μαθήσεως, διὰ πείρας λυπηρῶν καὶ ἡδέων ποθοῦντες, κατὰ μέρος ἀναγώμεθα ἐπὶ τὴν αὐτοῦ γνῶσιν. "Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους", ἵνα εἴπῃ· Τὰ ἀόρατα αὐτοῦ, τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ καὶ αὐτὴν τὴν ἀΐδιον αὐτοῦ θεότητα ἐκ τῶν ὄντων καὶ τῶν ὁρωμένων νοοῦμέν τε καὶ ὁρῶμεν διὰ πάντων τῶν κτισμάτων ἀναλόγως τὸν δημιουργόν, ὥστε ἡμᾶς ἀφορμήν τινα ἀγνωσίας μὴ προβάλλεσθαιτοῦτο γὰρ δηλοῖ τὸ "ἀναπολογήτους" ἔχοντες ἐν χερσὶν ἐκ τούτων ἁπάντων ἀναλόγως γινώσκειν τὸν ἑαυτῶν τε καὶ τοῦ παντὸς δημιουργόν. 7.74 Ὁμοίως πάλιν λέγει· "Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ", εἰς μέρη καὶ τρόπους, εἰς προφήτας καὶ Υἱὸν διελὼν τὸν λόγον· μέρη μὲν εἰπὼν τὴν διαφορὰν τῶν τόπων, ἐν οἷς ἐφαίνετό τε καὶ ἐλάλει τοῖς ἀρχαίοις ἀνθρώποις ὁ Θεὸς διὰ τῶν προφητῶν, τρόπους δὲ τὴν ποικιλίαν αὐτῶν τῶν ὀπτασιῶν, ὧν κατὰ καιρὸν ὀπτανόμενος πρὸς τὰς παρακειμένας χρείας ἐδείκνυεν,