1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

121

ὑπώπτευσεν, ἔτι δὲ καὶ μνησθεὶς αὐτοῦ τῶν ἀρετῶν, οὐκ εἰς τέλος εἴασε καταπεσεῖν, ἀλλὰ πέμπει αὐτῷ ἀρρωστίαν εἰς ἀπόγνωσιν ἄγουσαν θανάτου. Καί φησιν Ἠσαΐας ὁ προφήτης εἰσελθὼν πρὸς αὐτόν· "Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνῄσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ", ὁμοῦ τὰς δύο δόξας ἀνελὼν ἀπ' αὐτοῦ. Οἱ μὲν γὰρ τῶν Ἰουδαίων ἔλεγον μηδέποτε τὸν χριστὸν ἀποθνῄσκειν, οἱ δὲ ὅτι ἀποθνῄσκει μέν, ἀνίσταται δὲ ἀπὸ νεκρῶν. Τῷ οὖν εἰπεῖν ὅτι "ἀποθνῄσκεις σὺ" ἀνεῖλεν ἀπ' αὐτοῦ τὴν μίαν, δι' ἧς ἐνόμιζεν ἑαυτὸν μὴ ἀποθνῄσκειν ποτέ, τῷ δὲ προσθεῖναι καὶ εἰπεῖν "καὶ οὐ ζήσῃ" ἀνεῖλε καὶ τὴν ἑτέραν, δι' ἣν ἕτεροι ἔλεγον ὅτι ἀνίσταται ἀπὸ νεκρῶν· δι' ἑκατέρων γὰρ ἐδιδάχθη μὴ εἶναι ὁ χριστός, ὡς ὑπώπτευσεν ἑαυτόν. Εἶτα συνιεὶς ὁ Ἐζεκίας καὶ κλαύσας πικρῶς καὶ μετανοήσας καὶ στραφεὶς ἐν τῇ κλίνῃ ἐπὶ τὸν τοῖχον, ἔνθα συνέβαινεν εἶναι τὸν ναόν, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ποιεῖν, προσέχων δῆθεν τῷ ναῷ τὴν δέησιν ἐποιεῖτο. 8.7 Ἐπιστραφεὶς δὲ τοῖς λογισμοῖς καὶ ἀνορθωθεὶς τὴν διάνοιαν, ἅτε δὴ εἰσακουσθεὶς καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς καὶ προσθήκης ζωῆς ἐτῶν δεκαπέντε ἀξιωθεὶς καὶ ἑτέρῳ σημείῳ παραδοξοτέρῳ πιστωθείς, λέγω δὴ τῷ ἀναποδισμῷ τοῦ ἡλίου, οὗ τὴν αἰτίαν μικρὸν ὕστερον ἐρῶ, τότε ᾖσε τὴν ᾠδὴν τῷ Θεῷ δηλῶν ἐν αὐτῇ ἕκαστα τῶν προειρημένων· φησὶ γὰρ οὕτως· "Ἐγὼ εἶπα· Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι", ὡσανεί· Τοῦτον ἀεὶ τὸν λογισμὸν ἔσῳζον παρ' ἐμαυτῷ λέγων ὅτι ἀεὶ ζῶ καὶ οὐδέποτε τελευτῶ· τῷ γὰρ εἰπεῖν "ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι" ἐδήλωσεν ὡς οὐδέποτε κολοβωθήσονται αἱ ἡμέραι αὐτοῦ, καὶ ὥς τινος κατὰ ἀποσιώπησιν αὐτῷ λέγοντος ὅτι· Ταῦτά σου ἐνθυμουμένου, τί σοι συμβέβηκεν; ἐπάγει καί φησιν· "Ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα", ὡσανεί· Τοιαῦτά μου διαλογιζομένου, ἀθρόως ἀρρωστίᾳ δεινῇ περιπεσὼν ἔγνων μηκέτι τοῦ λογισμοῦ τοῦ προτέρου ἔχεσθαι, ἀλλ' ἐν τῷ ᾅδῃ διατρίβειν τὰ ἔτη τὰ ἐπίλοιπα. 8.8 "Εἶπα· Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ τῆς γῆς"· τὸ "σωτήριον τοῦ Θεοῦ" ἐνταῦθα τὸν Χριστὸν σημαίνει· οὕτως γὰρ καὶ Συμεὼν ἐν Εὐαγγελίοις δεξάμενος τὸν Χριστὸν εἰς τὰς ἀγκάλας τὸν Θεὸν παρεκάλει ἀπολυθῆναι τῆς ζωῆς, ἐπεὶ ἑωράκασιν οἱ ὀφθαλμοὶ αὐτοῦ τὸ σωτήριον τοῦ Θεοῦ, ὡσανεὶ αὐτὸν τὸν Χριστόν· "ἦν γὰρ αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος μὴ ἰδεῖν θάνατον, ἕως ἴδῃ τὸν Χριστὸν Κύριον". Τοῦτο οὖν ἐνταῦθα ὁ Ἐζεκίας βούλεται δηλοῦν λέγων ὅτι· Οὐ μόνον ἀπέστην τοῦ λογισμοῦ ἐκείνου καὶ πέπαυμαι τὰ ὑπὲρ ἐμὲ φανταζόμενος, ἀλλ' οὐδὲ αὐτὸν τὸν χριστὸν ἀξιοῦμαι ἰδεῖν ἐπὶ τῆς γῆς, πέντε καὶ δέκα μόνα ἔτη λοιπὰ ἔχων ζῆσαι. 8.9 "Οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον ἐκ τῆς συγγενείας μου", ἵνα εἴπῃ· Μετὰ γὰρ τὰ δεκαπέντε ἔτη τῆς προθεσμίας τῆς ζωῆς, ἧς ἔλαβον παρὰ τοῦ Θεοῦ, τελευτῶν οὐ μόνον ἔτι ἐκεῖνον οὐκ ἀξιοῦμαι ἰδεῖν, ἀλλ' οὐδέ τινα τῶν ἀνθρώπων, οὐδὲ τῆς συγγενείας μου. "Κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου", ἵνα εἴπῃ· Ἀποβαλλόμενος τοίνυν τὸν πρότερον λογισμὸν καὶ τὸ δέον τοῦ λοιποῦ λογισάμενος ἔγνων ὅτι τέλος ζωῆς σχήσω. 8.10 "Ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ' ἐμοῦ, ὥσπερ ὁ καταλύων σκηνὴν πήξας", ἵνα εἴπῃ· Καὶ τοσοῦτον ἀπέστη τῆς ἡμετέρας διανοίας ὁ πρότερος τῆς ὑπερηφανίας λογισμός, ὡς ἄν τις πήξας σκηνὴν εὐθέως αὐτὴν καταλύσῃ. "Τὸ πνεῦμά μου παρ' ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν", τουτέστι· Παρ' ὀλίγον δὲ καὶ αὐτὴ ἡ ψυχή μου κατέλιπέ με, ὥσπερ ἱστὸς γυναικὸς ἐριθευομένης ἕτοιμος τοῦ τμηθῆναι. "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην", ἵνα εἴπῃ· Ἐν ἐκείνῳ τοίνυν τῷ καιρῷ τῆς ἐμῆς ἀρρωστίας, ὥσπερ λέοντι φοβερῷ συντρίβοντι ὀστᾶ, οὕτως τῷ πυρετῷ παρεδόθην ἀδιαλείπτως, ἀφ' ἕωθεν ἕως ἑσπέρας καὶ ἀπὸ ἑσπέρας ἕως πρωῒ συντριβόμενος ὑπ' αὐτοῦ. 8.11 "Ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω", τουτέστιν· Ἐν αὐτῷ τῷ καιρῷ οὕτως ἥμην ἀφιεὶς τὴν φωνήν, ὥσπερ ἡ χελιδὼν ἀφίησιν ὀξείας καὶ διατρόμους φωνάς, καὶ οὕτως ἥμην τοῖς πόνοις ὀδυρόμενος, ὥσπερ ἔθος ταῖς