1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

124

ἐκλεκτοῦμου ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε." 8.22 Καὶ μετ' ὀλίγα· "Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὔτε μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ." Καὶ θαυμάσας τὴν πρόγνωσιν καὶ τὴν πρόρρησιν, καὶ εὑρὼν καὶ τὸ ἴδιον ὄνομα διαρρήδην ὑπὸ τοῦ προφήτου προκηρυχθὲν ἐκέλευσε τὸν λαὸν ἀνελθεῖν ἐν Ἱεροσολύμοις, ἄφεσιν ποιησάμενος τῆς αἰχμαλωσίας, δοὺς καὶ δαπανήματα εἰς οἰκοδομὴν τῆς πόλεως καὶ τοῦ ναοῦ· οὐ μόνος δὲ αὐτὸς τοῦτο πεποίηκεν, ἀλλὰ καὶ οἱ μετ' αὐτόν, ἕως οὗ ἐτελειώθη ἡ πόλις καὶ ὁ ναός. 8.23 Ἔστι δὲ καὶ ἡ πρόσταξις Κύρου ἐγγράφως ἐν ταῖς Παραλειπομέναις καὶ ἐν τῷ Ἔσδρᾳ τεταγμένη, παρακελεύουσα πάντα τὸν λαὸν ἀνελθεῖν, λέγουσα οὕτως· "Ἔτους πρώτου Κύρου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθῆναι ῥῆμα Κυρίου διὰ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε κηρῦξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων "3Τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν· Πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ. Τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; Ἔσται ὁ Θεὸς μετ' αὐτοῦ, καὶ ἀναβήτω"3." Ὅρα, θαυμάσιε, πῶς ἑαυτῷ ὁμολογεῖ ἀνεγνωκέναι τὴν βίβλον Ἠσαΐου, καὶ πεπιστευκέναι τοῖς γεγραμμένοις, καὶ μετὰ πάσης σπουδῆς καὶ δαπάνης πληρῶσαι τὰ γεγραμμένα ἐν τῇ Γραφῇ. 8.24 Πῶς οὐκ εὔδηλον τυγχάνει ὅτι ἐκ τούτων ἁπάντων ὠφέλεια πολλὴ θεοσεβείας γέγονε πᾶσι τοῖς ἔθνεσι; Πῶς δὲ καὶ οἱ τοσαύτην πίστιν ἐσχηκότες εἰς τὴν γραφὴν τοῦ Ἠσαΐου ἀπιστήσειαν καὶ περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ λέγοντι ἐν αὐτῇ· "Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν", μάλιστα καὶ νεαρῶν ὄντων κατ' ἐκεῖνο καιροῦ τῶν γενομένων θαυμάτων τῶν κατὰ τὸν Σεναχηρεὶμ καὶ τοῦ ἀναποδισμοῦ τοῦ ἡλίου; Ὅθεν καὶ πάντες οἱ ἔνδοξοι αὐτῶν πεπεισμένοι περὶ τούτων τῶν διαβοήτων σημείων καὶ ἐκ τῆς προρρήσεως τοῦ Ἠσαΐου συνέθεντο τῇ γνώμῃ τοῦ βασιλέως ἀπολύσαντες τὸν λαὸν μετὰ πάσης τιμῆς. 8.25 Πρῶτον οὖν πάντων στοχασαμένων καὶ ὑποπτευσάντων τῶν Βαβυλωνίων σφαῖραν εἶναι τὸν οὐρανόν, πρῶτοι πάλιν ἐδιδάχθησαν διὰ Ἠσαΐου τοῦ προφήτου ὡς οὐ σφαῖρα τυγχάνει, ἀλλὰ καμάρα· ἐξ ὧν καὶ ἡμεῖς παραλαβόντες τὰ σχήματα πάντα κατεγράψαμεν ἐν τῇ Χριστιανικῇ Τοπογραφίᾳ, ὀνομάσαντες καὶ τὸν διδάσκαλον ἐν τῷ προοιμίῳ τὸν καὶ παραδόντα, λέγω δὴ τὸν μέγαν Πατρίκιον τὸν ἐκ γῆς Χαλδαίων ἐνταῦθα παραγενόμενον. Καὶ ταῦτα πάλιν περὶ τούτων. 8.26 Ἐλθόντων δὲ τῶν πρέσβεων τοῦ Βαβυλωνίου πρὸς τὸν Ἐζεκίαν, πάλιν ἀνθρώπινον ὑπομείνας καὶ ἐπαρθεὶς τὴν διάνοιαν τούτους μετὰ πάσης χαρᾶς ὑπεδέξατο εἰς οἰκεῖον κλέος· εἰσήγαγε δὲ αὐτοὺς καὶ παρὰ γνώμην τοῦ Θεοῦ εἰς τὰ βασίλεια, δείξας αὐτοῖς τοὺς θησαυροὺς καὶ πάντα τὸν πλοῦτον αὐτοῦ. Τότε πάλιν ἀπεστάλη Ἠσαΐας πρὸς αὐτὸν ἐπανορθῶν τὴν διάνοιαν αὐτοῦ, καί φησι πρὸς αὐτὸν εἰρωνευόμενος· "Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; Καὶ πόθεν ἥκασι πρὸς σέ; Καὶ εἶπεν Ἐζεκίας· Ἐκ γῆς πόρρωθεν ἥκασι πρὸς μὲ ἐκ Βαβυλῶνος· εἶπε πάλιν Ἠσαΐας· Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου;" Ὁ δέ, ἐγνωκὼς ὅτι εἰδὼς ἐρωτᾷ, τὴν ἀλήθειαν λέγει καί φησι πρὸς αὐτόν· "Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου." 8.27 Τότε λέγει πρὸς αὐτὸν ὡς ἐν τάξει ἀπειλῆς, κολαφίζων αὐτοῦ τὴν ἔπαρσιν τῆς διανοίας, τὰ μέλλοντα μετ' αὐτὸν γίνεσθαι καί φησιν· "Ἄκουσον τὸν λόγον Κυρίου Σαβαώθ· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ ἐγκαταλίπωσιν. Εἶπε δὲ ὁ Θεὸς ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων", ἵνα εἴπῃ· Τί πάλιν ἐπαίρῃ τοῖς λογισμοῖς εἰς οἰκεῖον κλέος, καὶ οὐκ εἰς δόξαν Θεοῦ, δεξάμενος τοὺς πρεσβευτὰς τοῦ