1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

127

9.10 Τοῦτον δὲ τὸν κύκλον οἱ ἔξωθεν ζῳδιακὸν καλοῦσιν, ὅνπερ καὶ αὐτὸν κατὰ τὴν αὐτῶν ὑποθήκην δεύτερον κατεγράψαμεν. 9.11 Τοὺς δὲ ἄλλους ἑπτά, οὓς καλοῦσι πλανήτας, ἐν τῇ λυχνίᾳ ὁ Μωϋσῆς αἰνιγματωδῶς ἑπτὰ λύχνους ἔθηκε στήσας αὐτὴν εἰς τὸν νότον, ὥστε φαίνειν τῇ τραπέζῃ ἐπὶ τὸν βορρᾶν, σημαίνων ἅμα δι' αὐτῶν ἑβδομάδα ἡμερῶν, διὰ πάντων σημαίνων ἡμέρας, ἑβδομάδας, μῆνας, τροπάς, ἐνιαυτόν, διὰ μὲν τῶν ἐφημερινῶν ἄρτων τῶν καθ' ἑκάστην ἡμέραν νεαρῶν τιθεμένων ἡμέρας δηλῶν, διὰ δὲ τῶν ἑπτὰ λύχνων ἑβδομάδα, διὰ δὲ τοῦ ἀριθμοῦ τῶν δώδεκα μῆνας, διὰ δὲ τῶν τεσσάρων γωνιῶν τὰς τροπάς, διὰ δὲ τοῦ κύκλου τὸν ἐνιαυτόν· περὶ ὧν ἐν τῇ πρὸς Ἑβραίους ὁ θεῖος Ἀπόστολος οὕτω φησίν· "Εἰ μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδ' ἂν ἦν ἱερεύς, ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰς θυσίας· οἵτινες ὑποδείγμασι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. "3Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει"3." 9.12 Ἀλλὰ καὶ ὁ σοφὸς Σολομῶν τῷ αὐτῷ πνεύματι τῷ θείῳ σοφισθείς φησιν· "Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· αὐτὸς ἀνατέλλων ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ πορεύεται τὸ πνεῦμα", καὶ οὗτος τὰ αὐτὰ τῷ Μωϋσῇ καὶ τῷ ∆αυῒδ ἐξειπών, ὅτι ἀπὸ μὲν ἀνατολῶν ἄνεισιν ἐπὶ τὸν νότον καὶ διὰ τοῦ βορρᾶ κυκλεύων τὰς τροπὰς καὶ τὸν μέγαν κύκλον τοῦ ἐνιαυτοῦ ἀπεργάζεται ἐν τῷ ἀέρι διατρέχων· τοῦτο γὰρ λέγει "πορεύεται τὸ πνεῦμα", ὡσανεὶ ἐν τῷ ἀέρι. 9.13 Ὅτι δὲ καὶ ὑπὸ τῶν ἀοράτων ∆υνάμεων κινοῦνται, καὶ τοῦτο σημαίνει ἡ θεία Γραφὴ λέγουσα οὕτως· "Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ", τουτέστιν ἐν τῇ συντελείᾳ ἐλευθεροῦνται οἱ ἄγγελοι ἀπὸ ταύτης τῆς δουλείας καὶ τῆς λειτουργίας, ἧς ποιοῦσι διὰ τοὺς ἀνθρώπους, τῶν ἀνθρώπων ἀθανάτων καὶ ἀτρέπτων γινομένων καὶ μηκέτι δεομένων τῶν τοιούτων, καθὰ καὶ ἐν Εὐαγγελίοις ὁ Κύριος οὕτως περὶ συντελείας λέγει· "Αἱ γὰρ ∆υνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται ἐπὶ τὴν γῆν", τὰς "∆υνάμεις τῶν οὐρανῶν" τοὺς ἀγγέλους καλῶν· τὸ δὲ "σαλευθήσονται" ἀπὸ τῆς αὐτῶν τάξεως λέγει· σαφῶς οὖν ἐλευθερουμένων τῶν ἀγγέλων, τῶν αὐτὰ τὰ ἄστρα καὶ τὰ λοιπὰ κινούντων, τῆς τάξεως καὶ τῆς λειτουργίας ταύτης, πίπτειν εἰς γῆν ἔφησε τὰ ἄστρα. 9.14 Καὶ τὸ παρὰ τοῦ Ἀποστόλου εἰρημένον τὸ "οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν" σαφέστερον δηλοῖ πάντας αὐτοὺς διὰ τοὺς ἀνθρώπους λειτουργοῦντας καὶ διακονοῦντας, νύκτας τε καὶ ἡμέρας καὶ τὰ ἄλλα πάντα ἐργαζομένους εἰς ἀνάπαυσιν καὶ χρείαν τῶν ἀνθρώπων· ὅτε γὰρ τούτων οὐκέτι χρῄζομεν, ἐκεῖνοι τῆς δουλείας ταύτης καὶ τῆς διακονίας ἐλευθεροῦνται ἐξεοῦντες τὰ ἄστρα ἐπὶ τὴν γῆν. 9.15 Πάλιν τοῦ ἀποστόλου Παύλου πολλοὺς κόπους καὶ θλίψεις καὶ διωγμοὺς ὑπὲρ τῆς Ἐκκλησίας ὑπομένοντος, καὶ λοιπὸν ἐκ τοῦ πλήθους τῶν ἐπηρτημένων κινδύνων κατολιγωρεῖν ἀναγκαζομένου, ἡ θεία χάρις δι' ὀπτασιῶν συχνῶν αὐτὸν παρεμυθεῖτο μὴ ἀπειπεῖν, ἀλλ' ἐπιμένειν καὶ διακονεῖν πρὸς αὔξησιν καὶ πληθυσμὸν τῆς Ἐκκλησίας. ∆ιηγεῖται οὖν ἡμῖν αὐτὸς ἐκ τούτων δύο αἰτίας, αἵτινες σημαίνουσιν ἡ μὲν περὶ κόπου, ἡ δὲ περὶ μισθοῦ· τί γάρ φησιν; "Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ", καὶ πάλιν φησί· "Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι", διαρρήδην τὰ καθ' ἑαυτὸν ὡς εἰς ἄλλου πρόσωπον διηγούμενος. Οἶδα, φησίν, ἐμαυτόν, ὦ Κορίνθιοι, εἰ χρὴ ὅλως ἐλθεῖν εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου, παραδόξως πως καὶ ὑπὲρ λόγον ἁρπαγέντα εἰς ὕψος πολύ, λέγω δὴ τοῦ διαστήματος τοῦ ἀπὸ τῆς γῆς