129
9.22 Καθάπερ οὖν καὶ ὁ ∆εσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν, ἄφθαρτος τῷ σώματι καὶ ἀθάνατος γενόμενος καὶ κατὰ ψυχὴν ἄτρεπτος, τότε ὑπερέβη τὰς οὐρανίους ∆υνάμεις καὶ τῷ στερεώματι προσεγγίσας, ὡς "κρείττων γενόμενος τῶν ἀγγέλων", καθὰ γέγραπται, ἔτεμε τοῦτο, εἰσελθὼν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, καθὰ ὁ Ἀπόστολος διηγεῖται λέγων αὐτὸν ἀναβεβηκέναι ὑπεράνω πάσης Ἀρχῆς καὶ τὰ λοιπά, οὕτως καὶ ἡμεῖς καὶ οἱ ἄγγελοι ταῦτα κομιζόμενοι εἰσερχόμεθα. 9.23 Πάλιν τὰ δύο ξύλα τὰ ἐν μέσῳ τοῦ παραδείσου αἰνιγματωδῶς τὴν νῦν κατάστασιν καὶ τὴν μέλλουσαν προσημαίνουσι· καὶ τὸ μὲν ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν τύπος ἐστὶ τοῦ κόσμου τούτου, τοῦ θνητοῦ καὶ τρεπτοῦ, ὡς ἔχοντος αὐτοῦ ἡδέα καὶ λυπηρὰ καὶ παιδευτηρίου τυγχάνοντος ὥσπερ οὖν καὶ ὁ Ἀδὰμ ἐπαιδεύθη ἐν αὐτῷ τῷ ξύλῳ τό τε καλὸν καὶ τὸ κακόν· τὸ δὲ ξύλον τῆς ζωῆς τύπος ἐστὶ τοῦ μέλλοντος οὐρανίου κόσμου, ἐν ᾧ ζωὴ καὶ μακαριότης κρατεῖ· τῷ γὰρ εἰπεῖν "μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς" ἐσήμανε τὸ ὕψος τοῦ ξύλου, δι' αὐτοῦ δὲ τὰς ἄνω μονάς. 9.24 Ὥσπερ οὖν ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, οὕτως ἔταξε τοὺς ἀγγέλους καὶ τοὺς φωστῆρας τοὺς στρεφομένους περὶ τὸ ὕψος τοῦ στερεώματος, ἔνθα ἐστὶ καὶ ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, σημᾶναι βουλόμενος ἀβάτους εἶναι τέως τοῖς ἀνθρώποις τὰς ἄνω μονάς. Ἐν τῷ πάθει τοίνυν τῷ ἑαυτοῦ ὁ ∆εσπότης Χριστὸς συνεισήνεγκε τὴν τοῦ λῃστοῦ ψυχὴν ἐν τῷ παραδείσῳ, παύσας τὴν φυλακὴν τῶν Χερουβὶμ καὶ τῆς φλογίνης ῥομφαίας τῆς στρεφομένης· μετὰ δὲ τὴν ἀνάστασιν ἐπὶ τῆς ἀναλήψεως παρελθὼν τὴν πληθὺν τῶν ἀοράτων ∆υνάμεων καὶ τοὺς φωστῆρας καὶ αὐτὸ τὸ στερέωμα τεμὼν εἰσελήλυθεν εἰς τὴν βασιλείαν, ἔνθα ἀθανασία καὶ ἀτρεπτότης καὶ μακαριότης κρατεῖ. 9.25 Ἐν τῇ οὖν συντελείᾳ παυομένων τῶν ἀγγέλων τοῦ περιστρέφειν τοὺς φωστῆρας καὶ πιπτόντων τῶν ἄστρων, οὐκέτι Χερουβὶμ καὶ φλογίνη ῥομφαία διαιροῦσα κωλύει τοὺς ἀνθρώπους βαίνειν ἐν τῇ ὄντως ζωῇ, ἀλλὰ μετάρσιοι γενόμενοι οἱ δίκαιοι καὶ τὴν πρόσφατον ὁδὸν ὁδεύοντες καὶ τέμνοντες τὸ στερέωμα σὺν τῷ ∆εσπότῃ Χριστῷ τὴν βασιλείαν τῆς ζωῆς κληρονομοῦσιν. Ἀξίωσον καὶ ἡμᾶς σὺν τοῖς δικαίοις σου ταύτης τῆς ζωῆς καὶ τῆς κληρονομίας, ὁ ἔχων οἰκτιρμοὺς καὶ μέγα ἔλεος. Ἀμήν. 9.26 Ὥσπερ οἱ δώδεκα ἄρτοι τῆς προθέσεως οἱ ἐν τῇ τραπέζῃ κείμενοι τύπος εἰσὶ τοῦ ἐνιαυσιαίου κύκλου καὶ τῶν καρπῶν τῆς γῆς, καθάπερ προείρηται μὲν ἐν τῇ σκηνῇ, κατεγράφη δὲ ἐν τῷ ἐννάτῳ λόγῳ, οὕτως καὶ νῦν κατεγράψαμεν τὸν κύκλον τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυτοῦ, ἑκάστου μηνὸς τοὺς καρπούς, εὐχαριστοῦντες τῷ πάντων δοτῆρι Θεῷ, καθάπερ καὶ ∆αυῒδ ἐν Πνεύματι ἁγίῳ κινούμενος λέγει ἐν ψαλμῷ πρὸς τὸν Θεὸν οὕτως· "Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου", θαυμασίως "στέφανον χρηστότητος" τὸν κύκλον τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυτοῦ ἐξειπών, ὡς στεφανοῦντα μὲν ἄνωθεν τῷ κάλλει τὴν γῆν, αὐξάνοντα δὲ καὶ πεπαίνοντα διὰ τῆς τῶν στοιχείων κράσεως, ἣν αἱ ἀόρατοι ∆υνάμεις ἐκτελοῦσι, τοὺς μηνιαίους αὐτῆς καρπούς. 9.27 ∆ιὰ τοῦτο πάλιν ἐπήγαγε· "Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος", καὶ πάλιν· "Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία", καὶ ἑτέρωθι δὲ πάλιν φησὶν οὕτως· "Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον", ὡσανεί· Ἑκάστῳ καιρῷ ἁρμοδίως ἡμᾶς ἑτοιμάζων ἐκτρέφεις. Ἀλλαχοῦ δὲ περὶ τῆς ἀναγκαιοτάτης ἡμῶν τροφῆς, ἣν ἡ τροπὴ τοῦ θέρους ἀπεργαζομένη εἰς τοὺς τρεῖς μῆνας ἐφεξῆς δίδωσι, φησὶν οὕτως· "Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν", ἐξαισίως πάλιν ἐν τῇ εὐχαριστίᾳ τὴν τάξιν φυλάξας καὶ πρῶτον μὲν εἰπὼν τὸν σῖτον, δεύτερον τὸν οἶνον καὶ τρίτον τὸ ἔλαιον, καθάπερ ἐξ εὐλογίας Θεοῦ διὰ τῶν λογικῶν ταγμάτων, ἀγγέλων λέγω καὶ ἀνθρώπων, εἰς τοὺς τρεῖς μῆνας τοῦ θέρους ἐφεξῆς κατεργάζονται. 9.28 Χρὴ οὖν πάντα χριστιανὸν μὴ παρέργως μηδ' ὡς ἔτυχε τὴν