130
θείαν Γραφὴν ἀναγινώσκειν, καθὰ καὶ ἐξ ἀρχῆς παρεκάλεσα, ἀλλὰ μετὰ σπουδῆς καὶ τάξεως τῆς προσηκούσης, ἵνα καὶ ἡ θεία χάρις τὴν προαίρεσιν ἡμῶν ἀποδεξαμένη συνεργὸς ἡμῶν γένηται εἰς τὸ δύνασθαι γινώσκειν τὰ μεγαλεῖα τοῦ Θεοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἔρρωσθε, Χριστιανοί, ἐν Κυρίῳ. 10.τ ΛΟΓΟΣ Ιʹ Χρήσεις Πατέρων 10.1 Τινὲς τῶν φιλονεικεῖν εἰωθότων, ἀναγνόντες τὴν βίβλον καὶ μὴ εὐποροῦντες ἀντοφθαλμεῖν πρὸς τὴν τοσαύτην μαρτυρίαν τὴν ἀπὸ τῶν θείων Γραφῶν παρ' ἡμῶν ἐν τῇδε τῇ βίβλῳ γενομένην, τοιάδε πρὸς ἡμᾶς ἔφασαν ὅτι· Ὑμεῖς καὶ οἱ ὑμέτεροι πατέρες ἄλλως πως κατὰ τὸ ὑμῖν συμβαλλόμενον ἑρμηνεύετε τὴν θείαν Γραφήν· οὐ γάρ τι τοιοῦτο φέρεται παρ' αὐτῇ περὶ σχημάτων καὶ τόπων, καθὼς ὑμεῖς φατε· ἀλλ' οἱ ἡμέτεροι πατέρες, οἱ καὶ τὸν σκοπὸν τῆς θείας Γραφῆς ἀκριβῶς ὀφείλοντες εἰδέναι, ἐξηγησάμενοι οὐδὲν τοιοῦτο ἡμῖν παρέδοσαν· τῆς γὰρ Γραφῆς λεγούσης "ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους", τῶν μὲν ἀποστόλων καὶ προφητῶν δοκεῖτε κατὰ τὴν ὑμετέραν ἑρμηνείαν ἐφάπτεσθαι, τῶν δὲ διδασκάλων τῶν καὶ τὸν ἀληθῆ σκοπὸν τῆς θείας Γραφῆς ἐξηγησαμένων οὐδ' ὅλως ἐφάπτεσθε, ἀλλὰ ξένην ὁδὸν ὁδεύετε μηδενὶ ἐγνωσμένην, εἰ μή γε ὑμῖν καὶ τοῖς καθ' ὑμᾶς. 10.2 Τούτου οὖν ἕνεκα ἠναγκάσθημεν πάλιν ἔκδηλον αὐτῶν τὴν φιλονεικίαν πᾶσι καταστῆσαι, παραθέμενοι ἐν τούτῳ τῷ λόγῳ μαρτυρίας πατέρων τῶν καὶ παρ' αὐτοῖς, εἴτε προφάσει εἴτε ἐν ἀληθείᾳ, καταγγελομένων, ἵν' οἴκοθεν ἔχωσι τὸν ἔλεγχον ὡς καλῶς καὶ μεμαρτυρημένως παρὰ πάντων ἀποστόλων τε καὶ προφητῶν καὶ διδασκάλων κεῖσθαι τὴν ἡμετέραν συγγραφήν. Παρίτω δὲ εἰς μέσον πρῶτος ὁ μέγας Ἀθανάσιος τὰ αὐτὰ ἡμῖν κηρύττων. Ἀθανασίου ἐκ τῆς βʹ ἑορταστικῆσ 10.3 Γένοιτο δ' ἂν καὶ παρ' ἡμῶν πρεπόντως εἰς ἑκάστοτε μέν, μάλιστα δὲ ἐν ταῖς ἡμέραις τῆς ἑορτῆς, μὴ μόνον ἀκροαταί, ἀλλὰ καὶ ποιηταὶ τῶν τοῦ Σωτῆρος προσταγμάτων γενοίμεθα, ἵνα καὶ τὸν τῶν ἁγίων τρόπον μιμησάμενοι συνεισέλθωμεν εἰς τὴν τοῦ Κυρίου ἄπαυστόν τε καὶ ὄντως μένουσαν ἐν οὐρανοῖς χαράν. Τοῦ αὐτοῦ ἐκ τῆς εʹ ἑορταστικῆσ Καὶ πρὸς ταῦτα τίς ἱκανός; Τὸν μὲν γὰρ κόσμον τῷ αἵματι τοῦ Σωτῆρος ἠλευθέρωσε· τὸν ᾅδην πάλιν τῷ τοῦ Σωτῆρος θανάτῳ πατεῖσθαι δέδωκε, κατὰ τὰς οὐρανίους πύλας ἀνεμπόδιστον τοῖς ἀνερχομένοις τὴν ὁδὸν παρασχών. Τοῦ αὐτοῦ ἐκ τῆς ʹ ἑορταστικῆσ Καὶ οὕτως ἑορτάσαντες δυνηθῶμεν εἰσελθεῖν εἰς τὴν τοῦ Κυρίου χαρὰν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τοῦ αὐτοῦ ἐκ τῆς κβʹ ἑορταστικῆσ 10.4 Ἵν' ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὁ τὸν ὑπὲρ πάντων ἀναδεξάμενος θάνατον οὐκ ἐν γῇ τινι κάτω, ἀλλ' ἐν αὐτῷ τῷ ἀέρι τὰς χεῖρας ἥπλωσεν, ἵνα πάντων τῶν ἁπανταχοῦ τὸ διὰ τοῦ σταυροῦ σωτήριον εἶναι δειχθῇ, τὸν μὲν ἐν τῷ ἀέρι ἐνεργοῦντα διάβολον καθελών, τὴν δὲ εἰς οὐρανὸν ἡμῖν ἄνοδον ἐγκαινίσῃ καὶ ἐλευθέραν κατασκευάσῃ. Τοῦ αὐτοῦ ἐκ τῆς κδʹ ἑορταστικῆσ Καὶ τότε μὲν ἐξιόντων καὶ περώντων αὐτῶν τὴν Αἴγυπτον, οἱ ἐχθροὶ θαλάττης ἐγένοντο θρύλημα, ἄρτι δὲ ἡμῶν ἀπὸ γῆς εἰς οὐρανὸν περώντων, αὐτὸς ὁ Σατανᾶς ὡς ἀστραπὴ λοιπὸν ἀπ' οὐρανοῦ καταπίπτει. Τοῦ αὐτοῦ ἐκ τῆς κηʹ ἑορταστικῆσ 10.5 Ἵν' αὐτὸς μὲν ὑπὲρ πάντων θυσία γένηται, ἡμεῖς δὲ ἐντρεφόμενοι τοῖς λόγοις τῆς ἀληθείας καὶ τῆς ζώσης αὐτοῦ διδασκαλίας μεταλαμβάνοντες δυνηθῶμεν μετὰ τῶν ἁγίων καὶ τὴν ἐπουράνιον ἀπολαβεῖν χαράν. Ἐκεῖ γὰρ ἡμᾶς, ὡς ἐπὶ τὸ ἀνάγαιον τοὺς μαθητάς, ἐπὶ τὴν θείαν καὶ ἄφθαρτον ὄντως ἑστίασιν ὁ Λόγος καλεῖ μετ' αὐτῶν· ἐνταῦθα μὲν παθὼν ὑπὲρ ἡμῶν, ἐκεῖ δὲ τὰς οὐρανίους σκηνὰς ἑτοιμάζων τοῖς μάλιστα προθύμως ὑπακούσασι πρὸς τὴν κλῆσιν καὶ ἀνενδότως καὶ κατὰ σκοπὸν ἀκολουθήσασιν "εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως", ἔνθα τοῖς ἐπὶ τὸ δεῖπνον ἐρχομένοις τε καὶ πρὸς τοὺς ἐμποδίζοντας ἀγωνιζομένοις ἀπόκειται καὶ στέφανος καὶ ἡ ἄφθαρτος εὐφροσύνη. Εἰ γὰρ καὶ πολὺς ὡς πρὸς τοὺς οὐρανοὺς ὁ κάματος τῆς τοιαύτης ἐστὶν ὁδοῦ, ἀλλ' αὐτὸς ὁ Σωτὴρ καὶ ταύτην ἐλαφράν τε καὶ χρηστὴν κατεσκεύασεν. Τοῦ αὐτοῦ ἐκ τῆς