1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

133

Σωτὴρ ἐπιβὰς ἄδειαν τοῖς βουλομένοις εἰσελθεῖν δέδωκεν. 10.19 Ὅρα καὶ τοῦτον σύμφωνον ἡμῖν ὄντα, ἀνάγαιον οἶκον λέγοντα Ἅγια ἁγίων, ἔνθα ὁ ∆εσπότης Χριστὸς πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν, οὗ τύπος ἦν ὁ κατὰ τὴν σκηνὴν Μωϋσέως ἀρχιερεύς, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ, καὶ ὅτι τοῖς βουλομένοις ἄδειαν δέδωκε τοῦ εἰσελθεῖν εἰς τὰ Ἅγια τῶν ἁγίων, τουτέστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Λεγέτωσαν οἱ τῆς μερίδος τῶν ἀποσχιστῶν προστάται πῶς ξένην ὁδὸν ἐβαδίσαμεν παρὰ τὴν ἐκκλησιαστικήν; Πῶς οὐκ αἰδοῦνται τῶν ἰδίων πατέρων τοὺς λόγους ἀλλὰ τούτων μὲν καταγιγνώσκουσιν ὡς ὄντως ἐριστικῶν; Καὶ τοῦτον δὲ παραδραμόντες ἐπὶ τὸν κατ' ἐκεῖνο καιροῦ συμμύστην, τὸν τῆς Γαβάλων ἐπίσκοπον Σευηριανόν, τέταρτον μετέλθωμεν, μαρτυροῦντα σχεδὸν πάσῃ τῇ ἡμετέρᾳ συγγραφῇ. Σευηριανοῦ ἐκ τοῦ πρώτου λόγου τῆς Ἑξαημέρου 10.20 Τῇ γὰρ πρώτῃ ἡμέρᾳ ἐποίησε τὰς ὕλας τῶν κτισμάτων, ταῖς δὲ ἄλλαις ἡμέραις τὴν μόρφωσιν καὶ τὴν διακόσμησιν τῶν κτισμάτων, οἷόν τι λέγω, ἐποίησε τὸν οὐρανὸν μὴ ὄντα, οὐ τοῦτον, ἀλλὰ τὸν ὑπεράνω· οὗτος γὰρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐγένετο· ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν τὸν ἀνώτερον· "ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων"· ὑπεράνω δέ ἐστι τούτου· καὶ ὡς ἐν οἴκῳ διωρόφῳ μεσολαβεῖ στέγη μέση, οὕτως ὡς ἕνα οἶκον κτίσας ὁ Θεὸς τὸν κόσμον μέσην στέγην ἔθηκε τὸν οὐρανὸν τοῦτον, καὶ ὑπεράνω τὰ ὕδατα· διὰ τοῦτο ∆αυῒδ λέγει· "Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ." 10.21 Ἐποίησεν οὖν τὸν οὐρανὸν μὴ ὄντα, τὴν γῆν μὴ οὖσαν, τὰς ἀβύσσους μὴ οὔσας, ἀνέμους, ἀέρα, πῦρ, ὕδωρ· πάντων τῶν γενομένων τὰς ὕλας ἐν τῇ πρώτῃ ἡμέρᾳ ἐποίησεν. Ἀλλ' ἐρεῖ τις ὅτι γέγραπται μὲν ὅτι ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, περὶ δὲ ὑδάτων καὶ πυρὸς καὶ ἀέρος οὐ γέγραπται. Πρῶτον μὲν οὖν, ἀδελφοί, εἰπὼν τὸν οὐρανὸν καὶ τὴν γῆν γεγενῆσθαι ἐκ τῶν περιεχόντων τὰ περιεχόμενα ἡρμήνευσεν. Καὶ μεθ' ἕτερα 10.22 Εἶτα ὁ ἀὴρ πότε ἐγένετο, ἄκουε· "Καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων"· τὸ πνεῦμα δὲ οὐ τὸ ἅγιον λέγει ἐνταῦθα· οὐ γὰρ τῇ κτίσει συναριθμεῖται τὸ ἄκτιστον· ἀλλὰ "πνεῦμα" καλεῖ τὴν τοῦ ἀέρος κίνησιν. Καὶ πάλιν "Εἶπεν ὁ Θεός· Γενηθήτω φῶς", καὶ ἐγένετο τοῦ πυρὸς ἡ φύσις. Καὶ πάλιν 10.23 Ἀλλὰ τὰς μὲν ψυχὰς ἡμῶν τῷ σώματι περιέφραξε, τοὺς δὲ ἀγγέλους ἀσωμάτους ἐποίησεν. Ὥσπερ οὖν ἐπὶ τῶν ψυχῶν καὶ ἐπὶ τῶν ἀγγέλων, οὕτω καὶ ἐπὶ τοῦ πυρὸς ἔστιν ἰδεῖν, τὸ πῦρ τὸ ἄνω ἄνευ ὕλης, τὸ πῦρ τὸ κάτω μετὰ ὕλης· τὸ γὰρ ἄνω πῦρ συγγενὲς τοῦ κάτω ἐστίν, ὥσπερ καὶ αἱ ψυχαὶ ἡμῶν συγγενεῖς εἰσι τῶν ἀγγέλων. Πῶς; Καθότι κἀκεῖναι πνεύματα, καὶ οὗτοι πνεύματα. Πάλιν λέγει 10.24 Πάντα οὖν ἐγένετο, πῦρ, ἄβυσσος, ἄνεμοι, τὰ τέσσαρα στοιχεῖα, γῆ, πῦρ, ἀήρ, ὕδωρ· καὶ γὰρ ἅπερ παρέλιπεν, ὡς ἐν παραδόξῳ ἀνακεφαλαιοῦται Μωϋσῆς λέγων· "Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς." Ὥσπερ δὲ ἐπὶ τοῦ σώματος οὐκ εἶπε πάντα τὰ μέλη, οὐδὲ ἐπὶ τῆς δημιουργίας ἐξηριθμήσατο, εἰ καὶ πάντα συγκατεσκευάσθη τῷ κόσμῳ. Εἰ δὲ μὴ ἦν ἐν τῷ κόσμῳ τὸ πῦρ, οὐκ ἂν σήμερον ἀπὸ πέτρας πῦρ ἐξεβάλλετο καὶ ἀπὸ ξύλων· παρατριβόμενον γὰρ τὸ ξύλον πῦρ γεννᾷ· εἰ δὲ μὴ εἶχεν ἡ φύσις, πόθεν γεννᾷ; Τοῦ αὐτοῦ ἐκ τοῦ δευτέρου λόγου 10.25 Ἐν τῇ δευτέρᾳ ἡμέρᾳ "εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος". Ἐποίησε τὸν οὐρανόν, οὐ τὸν ἐπάνω, ἀλλὰ τὸν ὁρώμενον, ἐξ ὑδάτων πήξας ὡς κρύσταλλον. Βούλομαι δέ σοι παραστῆσαι πρᾶγμα· πολλὰ γὰρ τῇ ὄψει μᾶλλον ἢ τῷ λόγῳ παραδίδοται. Τοῦτο τὸ ὕδωρ ὑπερεῖχε, φέρε εἰπεῖν, τῆς γῆς πήχεις πέντε· εἶτα "εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος"· καὶ λοιπὸν ἐν μέσῳ τῶν ὑδάτων ἐπάγη πῆγμα κρυσταλλῶδες, καὶ ἐκούφισε τὸ ἥμισυ τοῦ ὕδατος ἄνω, καὶ ἀπέλιπε τὸ ἥμισυ κάτω, καθὼς γέγραπται· "Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔσται διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος." 10.26 ∆ιὰ τί δὲ αὐτὸ καλεῖ στερέωμα; Ἐπειδὴ ἀπὸ ἀραιῶν ὑδάτων καὶ διαλελυμένων αὐτὸ