134
ἐστερέωσε· διὰ τοῦτο καὶ ∆αυΐδ φησιν· "Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ." Καὶ ἵνα ἑτέρῳ χρήσωμαι ὑποδείγματι, ὥσπερ καπνός, ἐπειδὰν ἀπὸ ξύλων καὶ πυρὸς ἀναδοθῇ, ἠραιωμένος ἐστὶ καὶ κεχαυνωμένος, ἐπειδὰν δὲ δράμῃ εἰς ὕψος, εἰς νεφέλης παχύτητα μεταρρυθμίζεται, οὕτως τῶν ὑδάτων τῶν ἠραιωμένων τὴν φύσιν ὁ Θεὸς ὑψώσας ἔπηξεν ἄνω. Καὶ ὅτι ἀληθὲς τοῦτο τὸ δεῖγμα, μαρτυρεῖ Ἠσαΐας λέγων ὅτι "ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη". Παγεὶς τοίνυν ἐν μέσῳ τῶν ὑδάτων ὁ οὐρανός, ἐκούφισε τὰ ἡμίσεια τῶν ὑδάτων ἄνω καὶ τὰ ἡμίσεια ἀφῆκε κάτω. 10.27 ∆ιὰ τί δὲ ἄνω ὕδατα; Πρὸς ποίαν χρῆσιν; Ἵνα τίς πίῃ; Ἵνα τίς πλεύσῃ; Ὅτι μὲν γὰρ ἔστινὕδατα ἄνω, μαρτυρεῖ ὁ ∆αυῒδ λέγων· "Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν." Πρόσεχε λοιπὸν τῇ σοφίᾳ τοῦ δημιουργοῦ. Κρυσταλλώδης ἦν ὁ οὐρανὸς ἀπὸ ὑδάτων παγείς· ἐπειδὴ δὲ ἔμελλε δέχεσθαι ἡλίου φλόγα καὶ σελήνης καὶ ἄστρων ἄπειρα πλήθη, καὶ ἦν ὅλος πυρὸς πεπληρωμένος, ἵνα μὴ οὕτως ὑπὸ τῆς θερμότητος λυθῇ ἢ φλεχθῇ, ἐπέστρωσε τοῖς νώτοις τοῦ οὐρανοῦ τὰ πελάγη ἐκεῖνα τῶν ὑδάτων, ἵνα λιπαίνῃ καὶ ἐπαλείφῃ αὐτοῦ τὰ νῶτα, καὶ οὕτως ἀντέχῃ πρὸς τὴν φλόγα καὶ μὴ φρύγηται. 10.28 Ἔχεις δὲ καὶ ὑπόδειγμα· ὥσπερ σήμερον, ἐὰν ἐπιθῇς λέβητα ἐπάνω πυρός, ἐὰν μὲν ὕδωρ ἐπάνωθεν ᾖ, ἀντέχει πρὸς τὸ πῦρ, ἐὰν δὲ μὴ ἔχῃ, διαλύεται, οὕτως ὁ Θεὸς ἀντέστησεν ἀντίπαλον τῷ πυρὶ τὸ ὕδωρ, ἵνα ἔχῃ ἀρκοῦσαν τὴν διαμονὴν διὰ τῶν ἀλειφόντων αὐτὸν ὑδάτων. Καὶ βλέπε τὸ θαυμαστόν· τοσοῦτον περισσεύει τῷ οὐρανίῳ σώματι τὸ ὑγρὸν ὑπὸ τοσούτου πυρὸς πολεμουμένῳ, ὅτι καὶ τῇ γῇ δανείζει. Ἐπεὶ πόθεν δρόσος νεφέλης; Οὐδαμοῦ; Ὁ ἀὴρ ὕδωρ οὐκ ἔχει· δηλονότι ὁ οὐρανὸς ἐκ τῶν περισσευόντων αὐτῷ στάζει· διὰ τοῦτο καὶ ὁ πατριάρχης Ἰσαὰκ εὐλογῶν τὸν Ἰακὼβ ἔλεγε· "∆ῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς." Καὶ μεθ' ἕτερα 10.29 Πρόσεχε δέ, παρακαλῶ, ὅτι καὶ ἑτέραν χρείαν τὰ ὕδατα ἀποτελεῖ τὰ ἐπάνω τοῦ οὐρανοῦ· οὐ μόνον γὰρ συντηρεῖ τὸν οὐρανόν, ἀλλὰ καὶ τὴν φλόγα τοῦ ἡλίου καὶ τῆς σελήνης κάτω πέμπει. Εἰ γὰρ ἦν διαφανὴς ὁ οὐρανός, ὅλη ἡ αὐγὴ ἄνω ἔτρεχε· τὸ γὰρ πῦρ ἀνωφερὲς ὂν ἔρημον τὴν γῆν κατελίμπανε· διὰ τοῦτο οὖν συνεπίλησε τὸν οὐρανὸν ἄνωθεν ἀπείροις ὕδασιν, ἵνα ἡ αὐγὴ στενουμένη κάτω πέμπηται. Ὅρα τοῦ τεχνίτου τὴν σοφίαν· ἔχεις δὲ καὶ ἐν σεαυτῷ τοῦ τεχνίτου τὴν εἰκόνα· καὶ πρόσεχε, παρακαλῶ· ὅρισαί μοι τὴν κεφαλὴν ταύτην τὸν οὐρανὸν τὸν ἄνω, τὰ ἐπάνω τῆς γλώττης τὸν ἄλλον οὐρανόν, τουτέστι τὸ στερέωμα, ὅθεν καὶ οὐρανίσκος καλεῖται· ἄνω ἐν τοῖς ἀοράτοις ἐγκέφαλος μὴ φαινόμενος, ἐν τῷ κάτω οὐρανῷ γλῶσσα φαινομένη, ὥσπερ ὁ οὐρανὸς ὁ ἄνω ἐν τοῖς νοητοῖς, ὁ δὲ κόσμος ἐν τοῖς λαλουμένοις. Τοῦ αὐτοῦ ἐκ τοῦ τρίτου λόγου 10.30 Τῇ γὰρ τρίτῃ ἡμέρᾳ ἐβλάστησαν οἱ καρποί, καὶ ἵνα μὴ νομισθῇ πάλιν ὅτι τῇ φύσει τοῦ ἡλίου ἐβλάστησαν, ὅτε ἀπηρτίσθη ἡ δημιουργία, τότε λοιπὸν ποιεῖ ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα. Πόθεν δὲ αὐτὰ ἐποίησεν; Εἴρηται γὰρ ὅτι τῇ πρώτῃ ἡμέρᾳ ἐκ μὴ ὄντων ἐποίησε τὰ πάντα, ταῖς δὲ ἄλλαις ἐξ ὄντων. Πόθεν οὖν ἥλιος; Ἐκ τοῦ γενομένου φωτὸς τῇ πρώτῃ ἡμέρᾳ ὃ μετέβαλεν ὡς ἠθέλησεν ὁ τεχνίτης καὶ εἰς διαφόρους μετεσκεύασεν ὄψεις, ἐκεῖ μὲν τὴν ὕλην τοῦ φωτὸς δημιουργήσας, ὧδε δὲ τοὺς φωστῆρας ποιησάμενος, ὡς εἴ τις προβάλοιτο μᾶζαν χρυσίου, καὶ μετὰ ταῦτα νομίσματα κόψας οὕτω διαθείη τοῦ χρυσίου τὴν διακόσμησιν. Ὥσπερ γὰρ τὴν ἄβυσσον τότε ἓν ὕδωρ ὑπάρχουσαν ἐμέρισεν εἰς τὸ ἄνω ὕδωρ, εἰς τὰς θαλάσσας, εἰς τοὺς ποταμούς, εἰς πηγάς, εἰς λίμνας, εἰς φρέατα, οὕτω καὶ τὸ φῶς ἓν ὑπάρχον, μονοειδές, κατατεμὼν ὁ τεχνίτης ἐμέρισεν εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα. Καὶ μεθ' ἕτερα 10.31 Ἐποίησεν οὖν τὸν οὐρανόν, οὐ σφαῖραν, ὡς φιλοσοφοῦσιν οἱ ματαιολόγοι· οὐ γὰρ ἐποίησε σφαῖραν κυλιομένην, ἀλλ' ὥς φησιν ὁ προφήτης· "Ὁ ποιήσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνήν"· καὶ γὰρ οὐδεὶς ἡμῶν οὕτως ἀσεβής, ὥστε πεισθῆναι τοῖς ματαιολόγοις, καὶ μὴ τοῖς προφητικοῖς λόγοις, οἵπερ λέγουσιν ὅτι ἀρχὴν καὶ τέλος ἔχει ὁ οὐρανός· διὰ τοῦτο οὖν καὶ ὁ ἥλιος