1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

142

τοξεύουσι, καὶ τὸ συναγόμενον αἷμα περὶ τὸν ὀμφαλὸν δεσμεύοντες ἀποκόπτουσι· τοῦτο γάρ ἐστι τὸ μέρος αὐτοῦ τὸ εὐῶδες, τουτέστιν ὁ παρ' ἡμῶν λεγόμενος μόσχος· τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα ἔξω ῥίπτουσιν. 11.7 Τοῦτο τὸ ζῷον καλεῖται μονόκερως. Οὐκ ἐθεασάμην δὲ αὐτό· στήλας δὲ αὐτοῦ χαλκᾶς ἀνατιθεμένας ἐν τῇ Αἰθιοπίᾳ ἐν οἴκῳ τετραπύργῳ βασιλικῷ τέσσαρας ἑώρακα, διὸ καὶ οὕτως κατέγραψα. Φασὶ δὲ περὶ αὐτοῦ ὅτι φοβερόν ἐστι καὶ ἀκαταμάχητον ἐν τῷ κέρατι ἔχον τὴν ὅλην ἰσχύν· καὶ ἡνίκα δόξῃ παρὰ πολλῶν διώκεσθαι καὶ καταληφθῇ, εἰς κρημνὸν ἐφάλλεται καὶ ῥίπτει ἑαυτὸν ἐκ τοῦ ὕψους, καὶ κατερχόμενον ἀντιστρέφεται, καὶ τὸ κέρας δέχεται τὴν ὅλην ὁρμήν, καὶ ἀβλαβὲς διαμένει. Τοιαῦτα δὲ καὶ ἡ θεία Γραφὴ διηγεῖται περὶ αὐτοῦ λέγουσα· "Σῶσόν με ἐκ στόματος λεόντων, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου", καὶ πάλιν· "Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων"· καὶ πάλιν ἐν ταῖς εὐλογίαις τοῦ Βαλαάμ, αἷς εὐλόγησε τὸν Ἰσραήλ, φησὶν ἐκ δευτέρου· "Οὕτως ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος", αὐτῷ διὰ πάντων ἰσχὺν καὶ πεποίθησιν καὶ δόξαν μαρτυροῦσα τῷ ζῴῳ. 11.8 Τὸν δὲ χοιρέλαφον καὶ εἶδον καὶ ἔφαγον. 11.9 Τὸν δὲ ἱπποπόταμον οὐκ εἶδον μέν, ἔσχον δὲ ὀδόντας ἐξ αὐτοῦ μεγάλους ὡς ἀπὸ λιτρῶν δεκατριῶν, οὓς καὶ πέπρακα ἐνταῦθα· πολλοὺς δὲ εἶδον καὶ ἐν τῇ Αἰθιοπίᾳ καὶ ἐν τῇ Αἰγύπτῳ. 11.10 Τοῦτο τὸ δένδρον ἐστὶ τὸ τοῦ πιπέρεως· ἕκαστον δὲ δένδρον ἑτέρῳ ὑψηλῷ ἀκάρπῳ δένδρῳ ἀνακλᾶται διὰ τὸ λεπτὸν εἶναι πάνυ καὶ ἀσθενές, ὥσπερ καὶ τὰ κλήματα τῆς ἀμπέλου λεπτά· ἕκαστος δὲ βότρυς δίφυλλον ἔχει σκέπον· χλωρὸν δὲ πάνυ ἐστίν, ὥσπερ ἡ χρόα τοῦ πηγάνου. 11.11 Τὸ δὲ ἄλλο τῶν ἀργελλίων ἐστὶ τῶν λεγομένων, τουτέστι τῶν μεγάλων καρύων τῶν ἰνδικῶν· παραλλάττει δὲ τοῦ φοίνικος οὐδέν, πλὴν ὅτι τελειότερόν ἐστι καὶ ἐν ὕψει καὶ ἐν πάχει καὶ ἐν τοῖς βαΐοις. Οὐ βάλλει δὲ καρπόν, εἰ μὴ δύο ἢ τρία σπάθια ἀπὸ τριῶν ἀργελλίων· ἔστι δὲ ἡ γεῦσις γλυκεῖα πάνυ καὶ ἡδεῖα, ὡς τὰ κάρυα τὰ χλωρά· ἐξ ἀρχῆς μὲν τοῦ ὕδατος γέμει γλυκέος πάνυ, ὅθεν καὶ ἐξ αὐτῶν πίνουσιν οἱ Ἰνδοὶ ἀντὶ οἴνου· λέγεται δὲ τὸ πινόμενον ῥογχοσοῦρα ἡδὺ πάνυ· τρυγώμενον δὲ καὶ παραμένον αὐτὸ τὸ ἄργελλιν, πήγνυται τὸ ὕδωρ αὐτοῦ κατὰ πρόσβασιν τὸ ἐπὶ τὸ ὄστρακον αὐτοῦ, καὶ μένει τὸ ὕδωρ εἰς τὸ μέσον ἄπηκτον, μέχρις ὅτου καὶ αὐτὸ ἐκλίπῃ· ἐὰν δὲ καὶ πλέον παραμείνῃ, ταγγίζει ὁ καρπὸς αὐτοῦ ὁ πεπηγὼς καὶ οὐ δύναται ἔτι βρωθῆναι. 11.12 Φώκην τὴν λεγομένην καὶ τὸν δελφῖνα καὶ χελώνην ἣν ἐσθίομεν κατὰ θάλατταν, εἰ τύχοι πιασθῆναι. Τὸν μὲν δελφῖνα καὶ τὴν χελώνην σφάζοντες ἐσθίομεν, τὴν δὲ φώκην οὐ σφάζοντες, ἀλλὰ κοτραφίζοντες, ὡς ἐπὶ τῶν ἰχθύων τῶν μεγάλων. Καὶ τὸ μὲν κρέας τῆς χελώνης, ὡς προβάτου, ἐστὶ μελαμψόν· τὸ δὲ τοῦ δελφῖνος, ὡς χοίρου, μελαμψὸν δὲ καὶ βρομῶδες· τὸ δὲ τῆς φώκης, ὡς χοίρου, λευκὸν καὶ ἄβρομον. Περὶ τῆς Ταπροβάνης νήσου 11.13 Αὕτη ἐστὶν ἡ νῆσος ἡ μεγάλη ἐν τῷ Ὠκεανῷ, ἐν τῷ Ἰνδικῷ πελάγει κειμένη, παρὰ μὲν Ἰνδοῖς καλουμένη Σιελεδίβα, παρὰ δὲ Ἕλλησι Ταπροβάνη, ἐν ᾗ εὑρίσκεται ὁ λίθος ὁ ὑάκινθος· περαιτέρω δὲ κεῖται τῆς χώρας τοῦ πιπέρεως. Πέριξ δὲ αὐτῆς εἰσι νῆσοι μικραὶ πολλαὶ πάνυ, πᾶσαι δὲ γλυκὺ ὕδωρ ἔχουσαι καὶ ἀργέλλια· ἀγχιβαθαὶ δὲ ὡς ἐπὶ τὸ πλεῖστον πᾶσαί εἰσιν. Ἔχει δὲ ἡ νῆσος ἡ μεγάλη, καθώς φασιν οἱ ἐγχώριοι, γαύδια τριακόσια εἴς τε μῆκος ὁμοίως καὶ πλάτος, τουτέστι μίλια ἐννακόσια. ∆ύο δὲ βασιλεῖς εἰσιν ἐν τῇ νήσῳ, ἐναντίοι ἀλλήλων· ὁ εἷς ἔχων τὸν ὑάκινθον, καὶ ὁ ἕτερος τὸ μέρος τὸ ἄλλο, ἐν ᾧ ἐστι τὸ ἐμπόριον καὶ ὁ λιμήν· μέγα δέ ἐστι καὶ τὸ τῶν ἐκεῖσε ἐμπόριον. 11.14 Ἔχει δὲ ἡ αὐτὴ νῆσος καὶ Ἐκκλησίαν τῶν ἐπιδημούντων Περσῶν χριστιανῶν καὶ πρεσβύτερον ἀπὸ Περσίδος χειροτονούμενον καὶ διάκονον καὶ πᾶσαν τὴν ἐκκλησιαστικὴν λειτουργίαν. Οἱ δὲ ἐγχώριοι καὶ οἱ βασιλεῖς ἀλλόφυλοί εἰσιν. Ἱερὰ δὲ πολλὰ ἔχουσιν ἐν αὐτῇ τῇ νήσῳ· εἰς ἕνα δὲ ἱερὸν αὐτῶν ἐφ' ὑψηλοῦ κείμενόν ἐστιν ἕνα ὑακίνθιν, ὥς φασι, πυρροῦν καὶ μέγα ὂν ὡς στρόβιλος μέγας· καὶ λάμπει μακρόθεν, μάλιστα τοῦ ἡλίου αὐτὸ περιλάμποντος,