1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

144

λεγόμενος Γολλᾶς ἐκβάλλων εἰς πόλεμον, ὥς φασιν, οὐκ ἔλαττον τῶν δισχιλίων ἐλεφάντων καὶ ἵππον πολλήν· κατακρατεῖ δὲ καὶ τῆς Ἰνδικῆς καταδυναστεύων καὶ φόρους ἀπαιτῶν. Ποτὲ γοῦν, ὥς φασι, βουλόμενος πόλιν τῶν Ἰνδῶν μεσόγειον πορθῆσαι, τῆς δὲ πόλεως κύκλῳ ὕδατι φρουρουμένης, αὐτὸς ἱκανὰς ἡμέρας περικαθίσας καὶ φρουρήσας καὶ ἀναλώσας τὸ ὕδωρ διὰ τῶν ἐλεφάντων καὶ ἵππων καὶ τοῦ στρατοπέδου, ὕστερον διὰ ξηρᾶς περάσας τὴν πόλιν παρέλαβεν. 11.21 Οὗτοι καὶ τὸν σμάραγδον λίθον ἀγαπῶσι καὶ εἰς τὸν στέφανον αὐτῶν φοροῦσιν. Εἰσφέρουσι γὰρ οἱ Αἰθίοπες συναλλαγὰς ποιοῦντες μετὰ τῶν Βλεμμύων ἐν τῇ Αἰθιοπίᾳ τὸν αὐτὸν λίθον ἕως εἰς τὴν Ἰνδίαν· καὶ αὐτοὶ τὰ καλλιστεύοντα ἀγοράζουσι. Καὶ ταῦτα πάντα, τὰ μὲν πείρᾳ μαθὼν ἐξηγησάμην καὶ διέγραψα, τὰ δὲ καὶ ἐγγὺς τῶν τόπων γενόμενος ἀκριβῶς μεμαθηκὼς ἐξεῖπον. 11.22 Οἱ δὲ κατὰ τόπον βασιλεῖς τῆς Ἰνδικῆς ἔχουσιν ἐλέφαντας, οἷον ὁ τῆς Ὀρροθᾶ καὶ ὁ Καλλιανῶν καὶ ὁ τῆς Σινδοῦ καὶ ὁ τῆς Σιβὼρ καὶ ὁ τῆς Μαλέ, ὁ μὲν ἑξακόσια, ὁ δὲ πεντακόσια, ἕκαστος πλέον ἢ ἔλαττον. Ὁ δὲ τῆς Σιελεδίβα καὶ τοὺς ἐλέφαντας οὓς ἔχει καὶ τοὺς ἵππους, τοὺς μὲν ἐλέφαντας πηχισμῷ ἀγοράζειμετρεῖται γὰρ ἀπὸ τῶν χαμαὶ τὸ ὕψος αὐτοῦ, καὶ οὕτω συμφωνεῖ τῷ πήχει παρέχων, φέρε εἰπεῖν, πεντήκοντα ἢ ἑκατὸν νομίσματα ἢ καὶ πλέον, τοὺς δὲ ἵππους ἀπὸ Περσίδος φέρουσιν αὐτῷ, καὶ ἀγοράζει καὶ τιμᾷ ἀτέλειαν τοὺς φέροντας. Οἱ δὲ καὶ εἰς τὴν στερεὰν βασιλεῖς ἡμεροῦσιν ἐκ τοῦ ἀγροῦ τοὺς ἐλέφαντας καὶ κτῶνται αὐτοὺς εἰς πολεμικὴν χρείαν. 11.23 Συμβάλλουσι δὲ καὶ μάχην ἐλεφάντων πολλάκις, θεωροῦντος τοῦ βασιλέως. Μεσάζουσι γὰρ τοὺς δύο ξύλον μέγα πλάγιον, δεδεμένον εἰς ἄλλα δύο ξύλα ὄρθια, φθάνοντα ὥσπερ εἰς τὸ στῆθος αὐτῶν· καὶ ἵστανται πολλοὶ ἔνθεν κἀκεῖθεν ἄνθρωποι μὴ ἐῶντες αὐτοὺς συμμῖξαι ἀλλήλοις καὶ συμβάλλουσιν αὐτούς· καὶ ταῖς προβοσκίσι τύπτουσιν ἀλλήλους, μέχρι ὁ πρότερος αὐτῶν παραιτήσεται. Ὀδόντας δὲ μεγάλους οἱ ἰνδικοὶ οὐκ ἔχουσιν, ἀλλὰ καὶ ἐὰν σχῶσι, πρίζουσιν αὐτοὺς διὰ τὸ βάρος, ἵνα μὴ βαρῇ αὐτοὺς ἐν τῷ πολέμῳ. Οἱ δὲ Αἰθίοπες οὐκ ἴσασιν ἡμερῶσαι ἐλέφαντας, ἀλλ' εἰ τύχοι θελῆσαι τὸν βασιλέα ἕνα ἢ δεύτερον πρὸς θέαν, μικροὺς πιάζουσι καὶ ἀνατρέφουσιν· ἔχει γὰρ ἡ χώρα αὐτῶν πλῆθος καὶ μεγάλους ὀδόντας ἔχοντας· ἐκ τῆς γὰρ Αἰθιοπίας καὶ εἰς Ἰνδίαν πλωΐζονται ὀδόντες καὶ ἐν Περσίδι καὶ ἐν τῷ Ὁμηρίτῃ καὶ ἐν τῇ Ῥωμανίᾳ. Καὶ ταῦτα παρειληφὼς ἔγραψα. 11.24 Πᾶσαν δὲ τὴν Ἰνδικὴν καὶ τὴν Οὐννίαν διαιρεῖ ὁ Φεισὼν ποταμός. Καλεῖται γὰρ παρὰ τῇ θείᾳ Γραφῇ ἡ γῆ τῆς Ἰνδικῆς χώρας "Εὐιλάτ"· οὕτως γὰρ γέγραπται ἐν τῇ Γενέσει· "Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς· ὄνομα τῷ ἑνὶ Φεισών, οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ· ἐκεῖ οὖν ἐστι τὸ χρυσίον, τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος", γῆν Εὐιλὰτ σαφέστερον αὐτὴν ὀνομάσας. Οὗτος δὲ Εὐιλὰτ ἐκ τοῦ Χάμ ἐστιν· οὕτω γὰρ πάλιν γέγραπται· "Υἱοὶ Χάμ, Χοὺς καὶ Μεσραείμ, Φοὺδ καὶ Χαναάν· υἱοὶ δὲ Χούς, Σαβᾶ καὶ Εὐιλάτ", τουτέστιν Ὁμηρῖται καὶ Ἰνδοί· ἡ Σαβᾶ γὰρ ἐν τῷ Ὁμηρίτῃκεῖται, καὶ Εὐιλὰτ ἐν τῇ Ἰνδίᾳ ἐστί· τὰς δύο γὰρ ταύτας χώρας ὁ Περσικὸς κόλπος διαιρεῖ. Ἔχει δὲ καὶ ἡ γῆ ἐκείνη τὸ χρυσίον κατὰ τὸ ἱερὸν Γράμμα· ἔχει καὶ τὸν παιδέρωτα λίθον, αὐτὸν γὰρ καλεῖ ἄνθρακα· ἔχει καὶ τὸν ἴασπιν, τοῦτον γὰρ εἶπε λίθον πράσινον. Σαφέστερον οὖν ἡ θεία Γραφή, ὡς ὄντως θεία, διηγεῖται τὰ πράγματα, καθὰ καὶ πᾶσα ἡ πραγματεία δηλοῖ. 12.τ ΛΟΓΟΣ ΙΒʹ Ἔτι ἕτερος λόγος σημαίνων ὅτι πολλοὶ τῶν ἔξωθεν ἀρχαίων συγγραφέων μαρτυροῦσι τῇ ἀρχαιότητι τῶν θείων Γραφῶν τῶν διὰ Μωϋσέως καὶ τῶν προφητῶν εἰρημένων, καὶ ὅτι ὕστερον πάντων οἱ Ἕλληνες φαίνονται μεμαθηκότες καὶ γράμματα καὶ περὶ τῶν θείων Γραφῶν, ἐρριζωμένην ἔχοντες τὴν ἀπιστίαν. 12.1 Ἐν τοῖς χαλδαϊκοῖς γράμμασι Βηρώσου καὶ ἑτέρων τινῶν γέγραπται οὕτως ὅτι δέκα βασιλεῖς ἐβασίλευσαν παρ' αὐτοῖς ἐτῶν μυριάδας δισχιλίας διακοσίας τεσσαράκοντα δύο. Ἐπὶ