1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

145

δὲ τοῦ δεκάτου βασιλέως Ξισούθρου, παρ' αὐτῶν οὕτω καλουμένου, γενέσθαι ἔφησαν μέγαν κατακλυσμόν· ἐμβάντα δὲ εἰς πλοῖον τὸν Ξίσουθρον σὺν τῇ γαμετῇ καὶ τοῖς συγγενέσι καὶ τοῖς ἀλόγοις, χρηματισθέντα ὑπὸ θεῶν καὶ διασωθέντα λέγουσιν ἐπὶ τὰ ὄρη τῆς Ἀρμενίας καὶ μετὰ τὸν κατακλυσμὸν θύσαντα θυσίας εὐχαριστηρίους τοῖς θεοῖς, πάντα σχεδὸν μεταπλάσαντες τὰ Μωϋσέως. ∆ισχιλίας διακοσίας τεσσαράκοντα δύο γὰρ καὶ προσέτι δέκα γενεὰς ἔμειναν ἐν τῇ πέραν γῇ οἱ ἄνθρωποι, καὶ ἐπὶ τοῦ δεκάτου, λέγω δὴ τοῦ Νῶε, γενομένου τοῦ κατακλυσμοῦ μετέβησαν διὰ τῆς κιβωτοῦ· τοῦτον γὰρ τὸν Νῶε αὐτοὶ καλοῦσι Ξίσουθρον. Τὰς ἡμέρας δὲ εἰς ἔτη μεταπλάσαντες δῆλοί εἰσιν, ἤγουν τὰ ἔτη μυριοπλάσαντες, δισχιλίας διακοσίας τεσσαράκοντα δύο μυριάδας ἐτῶν ζήσαντας τοὺς δέκα βασιλεῖς εἶπον, οὕσπερ ὁ Μωϋσῆς ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ τοῦ Νῶε δισχιλίας διακοσίας τεσσαράκοντα δύο ἔτη ἠρίθμησεν. 12.2 Ὁμοίως Τίμαιος, ὁ φιλόσοφος, οὕτω καὶ αὐτὸς δια γράφει τὴν γῆν ταύτην κυκλουμένην ὑπὸ τοῦ Ὠκεανοῦ, καὶ τὸν Ὠκεανὸν ὑπὸ τῆς πέραν γῆς. Ἀτλαντίδα γὰρ νῆσόν τινα ὑποτίθεται ὑπὸ τὴν δύσιν ἔξω εἰς τὸν Ὠκεανὸν ἐπὶ τὰς Γαδείρους μεγάλην καὶ ἄφατον, καὶ τὰ κατοικοῦντα ἐν αὐτῇ ἔθνη μισθωσαμένους δέκα βασιλεῖς ἐκ τῆς πέραν γῆς ἐλθόντας καὶ πολεμήσαντας Εὐρώπην καὶ τὴν Ἀσίαν, καὶ μετέπειτα ὑπὸ τῶν Ἀθηναίων ἡττηθέντας, καὶ αὐτὴν δὲ τὴν νῆσον ὑπὸ Θεοῦ καταποντωθεῖσαν λέγει. Τοῦτον δὲ καὶ Πλάτων καὶ Ἀριστοτέλης ἐπαινοῦσι, καὶ Πρόκλος ὑπομνηματίζει, καὶ οὗτος τὰ ὅμοια ἡμῖν λέγει μεταπλάσας τὸν λόγον καὶ ἀντὶ τῆς ἀνατολῆς τὴν δύσιν εἰπών, ἔτι δὲ καὶ αὐτὸς τῶν δέκα γενεῶν μνησθεὶς καὶ τῆς πέραν τοῦ Ὠκεανοῦ γῆς. Καὶ ἁπλῶς εἰπεῖν, εὔδηλοί εἰσι πάντες ἐκ τοῦ Μωϋσέως λαμβάνοντες καὶ ὡς ἴδια ἐκτιθέμενοι. 12.3 Οἱ τὰ Χαλδαϊκὰ γὰρ συγγραψάμενοι, ὡς ἀρχαιότεροι καὶ ἀνατολικώτεροι, ἐμνήσθησαν ἐν τοῖς ἑαυτῶν συγγράμμασι τοῦ τε κατακλυσμοῦ καὶ τῆς πυργοποιΐας, ὁρῶντες αὐταῖς ὄψεσι τὸν πύργον καὶ τὴν κατασκευὴν αὐτοῦ, ὡς διὰ τὸν κατακλυσμὸν δῆθεν ἐπινοήσαντες αὐτοῖς καταφυγὴν καὶ σωτηρίαν ἐποίησαν ἑαυτοῖς οἱ τότε ἄνθρωποι. Ἀναγνόντες δὲ καὶ Μωϋσέα οἱ μετέπειτα καὶ εὑρόντες ἀπὸ Ἀδὰμ δέκατον ὄντα τὸν Νῶε, ἐφ' οὗπερ γέγονε κατακλυσμός, ἀνεπλάσαντο καὶ αὐτοὶ δέκα βασιλεῖς παρ' αὐτοῖς βασιλεύσαντας ἐτῶν μυριάδας δισχιλίας διακοσίας τεσσαράκοντα δύο, ὥσπερ εἴρηται πρόσθεν, ὧν ἐστιν ὁ πρῶτος Ἄλωρος, τουτέστιν Ἀδάμ, ὁ δεύτερος Ἀλάαπρος, Σήθ, ὁ τρίτος Ἀλμηδών, Ἐνώς,ὁ τέταρτος Ἀμμέων, Καϊνᾶν, ὁ πέμπτος Ἀμμεγάλαρος, Μαλελεήλ, ὁ ἕκτος ∆αόνος ποιμήν, Ἰάρεδ, ὁ ἕβδομος Εὐεδώραγχος, Ἐνώχ, ὁ ὄγδοος Ἀμεμψίναγχος, Μαθουσάλα, ὁ ἔνατος Ὀτιόρτης, Λάμεχ, ὁ δέκατος Ξίσουθρος, Νῶε. Ἐπὶ τούτου γενέσθαι λέγουσι τὸν μέγαν κατακλυσμὸν κατὰ τὸν Μωϋσέα. 12.4 Οἱ δὲ τὰ Αἰγυπτιακὰ συγγραψάμενοι, τουτέστι Μανεθὼν καὶ Χαιρήμων καὶ Ἀπολλώνιος ὁ Μόλων καὶ Λυσίμαχος καὶ Ἀπίων ὁ Γραμματικός, μέμνηνται Μωϋσέως καὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τῆς Αἰγύπτου. Ὡς Αἰγύπτιοι γὰρ καὶ Αἰγυπτιακὰ ἀναγραφόμενοι ἁρμοδίως καὶ αὐτοὶ τὰ ἐπὶ τῶν τόπων γενόμενα διηγοῦνται, οἵτινες καὶ διασύρουσι Μωϋσέα ὡς στασιάσαντα καὶ πλῆθος τῶν ἀγυρτῶν καὶ λελωβημένων ἀναστατώσαντα καὶ ἐκβαλόντα τῆς Αἰγύπτου, καὶ ἀπελθόντας εἰς τὸ Σίναιον ὄρος καὶ εἰς Ἱεροσόλυμα καὶ κληθέντας Ἰουδαίους. 12.5 Καὶ ἁπλῶς εἰπεῖν, Χαλδαῖοι καὶ Αἰγύπτιοι τρόπον τινά, ὡς ἀρχαιότεροι τῶν Ἑλλήνων, μαρτυροῦσι τῇ θείᾳ Γραφῇ, ὅτι καὶ ὁ κατακλυσμὸς γέγονεν ὁ ἐπὶ τοῦ Νῶε καὶ πυργοποιΐα καὶ ἡ ἔξοδος ἡ ἀπ' Αἰγύπτου τῶν υἱῶν Ἰσραήλ. Ἕλληνες δὲ μεταγενέστεροι τυγχάνοντες καὶ ὀψέ ποτε συγγράφειν μεμαθηκότες, καὶ τῆς ἀνατολῆς μακράν που περὶ τὴν δύσιν ἀπῳκισμένοι, τῆς τε Ἰουδαίας καὶ Αἰγύπτου πορρώτερον διάγοντες, τὰ τοιαῦτα ἠγνόησαν μήτε ὄψει μήτε ἀκοῇ αὐτὰ παραλαβόντες. ∆ιὸ καὶ ἕως τοῦ παρόντος ἀπιστοῦσι τῇ θείᾳ Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ ∆ιαθήκῃ, μύθους ἡγούμενοι τὰ κατ' αὐτήν. 12.6 Οἱ Χαλδαῖοι δὲ