1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

146

καὶ οἱ Μῆδοι καὶ οἱ Πέρσαι ἐπιστάμενοι πλέον τι ἐκ τῆς πυργοποιΐας καὶ τοῦ κατακλυσμοῦ καὶ τῶν συμβεβηκότων ἐπὶ Ἐζεκίου καὶ Ἰωνᾶ καὶ τῆς αἰχμαλωσίας, τῶν τοῦ τε ∆ανιὴλ καὶ τῶν τριῶν παίδων, ἐπαιδεύθησαν αὐτοῖς ἐκ μέρους τοῖς γράμμασιν· ὁμοίως καὶ οἱ Αἰγύπτιοι ἐπαιδεύθησαν διὰ τῶν κατὰ τὸν Ἰωσὴφ καὶ Μωϋσέα καὶ τοῦ λαοῦ τῶν Ἰσραηλιτῶν, ἑτοιμότερα ταῦτα τὰ ἔθνη γενόμενα εἰς ὑποδοχὴν τοῦ χριστιανισμοῦ. 12.7 Ἐπίστευσαν μέντοι καὶ Ἕλληνες ὕστερον διὰ τῶν ἀποστόλων θεωροῦντες τὰ ὑπ' αὐτῶν γινόμενα θαύματα· ὕστερον δὲ πάλιν τῶν σημείων παυσαμένων καὶ τοῦ χρόνου διαδραμόντος, πολλοὺς μὲν εὑρήσεις Ἕλληνας πεπιστευκότας καὶ βαπτισθέντας, ἀπιστοῦντας δὲ καὶ ἀγνοοῦντας τὴν Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην, τουτέστι τὴν θείαν Γραφήν, ὡς μὴ ἔχοντας ἔκπαλαι εἰς βάθος ῥίζαν θεοσεβείας καὶ θεμέλιον πίστεως. ∆ιὸ οὐδὲ ἐν ταῖς συγγραφαῖς ἑαυτῶν ὡς πρῶτοι ἐμνήσθησαν οἱ Χαλδαῖοι καὶ οἱ Αἰγύπτιοι περί τε τοῦ κατακλυσμοῦ καὶ πυργοποιΐας καὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τῆς ἐξ Αἰγύπτου καὶ τοῦ πρώτου συγγραφέως Μωϋσέως, ἀνωτέρους δὲ καὶ σοφωτέρους καὶ πρώτους πάντων ἑαυτοὺς ἡγούμενοι, ἐκ τοῦ τύφου τοῦ αὐτοῖς περικειμένου τὰ πολλὰ ἀγνοήσαντες· διὸ καλῶς τις τῶν Αἰγυπτίων, Σολομῶν δ' οὗτος, τῷ Πλάτωνι ἔλεγεν· Ἕλληνες ἀεὶ παῖδες, γέρων δ' Ἕλλην οὐκ ἔστιν, οὐδ' ἔτι παρ' ὑμῖν χρόνῳ πολιὸν μάθημα. 12.8 Ἀλλὰ καί τινες, τουτέστι ∆ῖος καὶ Μένανδρος, οἵτινες τὰ Τυρίων ἀρχαῖα μετέφρασαν εἰς τὴν ἑλληνίδα φωνήν, εἰς τὰς ἑαυτῶν συγγραφὰς μαρτυροῦσι τῷ Σολομῶνι καὶ τοῖς Ἰουδαίοις· καὶ ἔτι σχεδὸν εἰπεῖν, πᾶσα ἡ Αἰθιοπία καὶ τὰ νότια μέρη μαρτυροῦσι τῇ θείᾳ Γραφῇ, Ἕλληνες δὲ μόνοι παρ' ἑαυτοῖς σοφοὶ τὴν ἰδίαν ἀγνοοῦντες σωτηρίαν· μόνος δὲ Τίμαιος ὁ προγεγραμμένος, οὐκ οἶδα πόθεν λαβών, τάχα δὲ ἐκ τῶν Χαλδαϊκῶν, μετέπλασε τοὺς δέκα βασιλεῖς ἐκ τῆς πέραν γῆς ἐλθόντας εἰς τὴν νῆσον τὴν Ἀτλαντίδα, ἣν λέγει καταποντωθεῖσαν, καὶ μισθωσαμένους τὰ οἰκοῦντα ἐν αὐτῇ ἔθνη καὶ ἐλθόντας ἐν τῇ γῇ ταύτῃ καὶ πολεμήσαντας Εὐρώπην καὶ τὴν Ἀσίαν, ὅπερ σαφέστατόν ἐστι πλάσμα· μὴ δυνάμενος γὰρ δεῖξαι τὴν νῆσον καταποντωθεῖσαν αὐτὴν εἶπεν ὑπὸ Θεοῦ. 12.9 Ἀλλ' οὔ γε οἱ προειρημένοι Ἕλληνες, οἱ ἐπὶ σοφίᾳ θαυμαζόμενοι, ὀψὲ δέ ποτε καὶ γράμματα μεμαθηκότες καὶ νόμων ἀξιωθέντες, ἐνόμισαν ἑαυτοὺς μόνους τὴν σοφίαν ἐξωμβρηκέναι. Λυκοῦργοι γὰρ καὶ Σόλωνες καὶ Ζάλευκος ὁ τῶν Λοκρῶν καὶ πάντες οἱ λοιποὶ ὡς χθὲς καὶ πρώην πρὸς ἐκεῖνον τὸν Μωϋσέα παραβαλλόμενοι φαίνονται γεγονότες, ὅπου γε μηδὲ αὐτὸ τοὔνομα πάλαι ἐγινώσκετο τοῦ νόμου παρὰ τοῖς Ἕλλησι· καὶ μάρτυς Ὅμηρος οὐδαμοῦ τῆς ποιήσεως αὐτῷ χρησάμενος. Οὐδὲν γὰρ ἦν κατὰ τοῦτον, ἀλλὰ γνώμαις ἀρίσταις πλήθη διῳκεῖτο καὶ προστάγμασι τῶν βασιλέων· ἀφ' οὗ καὶ μέχρι πολλοῦ διέμειναν ἔθεσιν ἀγράφοις χρώμενοι καὶ πολλὰ τούτων ἀεὶ πρὸς τὸ συντυγχάνον μετατιθέντες. 12.10 Λακεδαιμόνιοι μὲν γὰρ καὶ Κρῆτες ἔθεσιν ἐπαίδευον, οὐ λόγοις· Ἀθηναῖοι δὲ καὶ σχεδὸν οἱ ἄλλοι πάντες ἃ μὲν χρὴ πράττειν ἢ μὴ προσέταττον διὰ τῶν νόμων, τοῦ δὲ πρὸς αὐτὰ διὰ τῶν ἔργων ἐθίζειν ὠλιγώρησαν· οὗτοι δὲ κἀκεῖνοι κατὰ βραχὺ εἰς προκοπὴν σταθερῶν νόμων καὶ βεβαίων ἐληλυθότες οὐ μὴν ἐξ ἀρχῆς, ὡς ὁ πάλαι Μωϋσῆς καὶ γραμμάτων πεῖραν καὶ νόμου σταθεροῦ τὸ ἴδιον ἐξεπαίδευσεν ἔθνος, λόγῳ καὶ ἔργῳ πρῶτος ἐνδεικνύμενος τοῦ νόμου καὶ τῶν γραμμάτων τὸ βέβαιον, ἄχρις οὗ χρόνῳ πολλῷ τὸ ἔθνος ἐπὶ τὸν προκηρυττόμενον ∆εσπότην Χριστὸν καὶ τὴν τούτου διδασκαλίαν ὡδήγησε τῇ βεβαιότητι τοῦ νόμου ὁδηγούμενόν τε καὶ φρουρούμενον. 12.11 Φοίνικες οὖν τῷ ἔθνει γειτνιῶντες καὶ ἐξ αὐτῶν μαθόντες γράμματα καὶ ἀναγραφὰς τῶν Ἑλλήνων ἀρχαιοτέρας ἀνεγράψαντο καὶ Ἕλληνας μαθεῖν γράμματα παρεσκεύασαν· Κάδμος γὰρ ἀπὸ Τύρου τὰ γράμματα λαβὼν εἰς Ἑλλάδα μετήνεγκε. Μὴ οὖν τὰς ὀφρῦς Ἕλληνες ἀνατεινάτωσαν ὥς τι καινὸν τῷ βίῳ πρῶτοι ἐφευρηκότες, παρ' ἑτέρων καὶ τὰ γράμματα καὶ τοὺς νόμους καὶ τὴν ὑπόνοιαν τῆς