148
τῆς ἐπιδημίας τοῦ ∆εσπότου Χριστοῦ διὰ τῶν ἀποστόλων πολλὰ τῆς Ἑλλάδος ἔθνη θεωροῦντα τὰ σημεῖα τῇ πίστει τοῦ Χριστοῦ συμβέβηκεν, ὁμολογοῦντα τὴν ἀνάστασιν αὐτοῦ καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον. Νυνὶ δὲ χρόνου πολλοῦ διαδραμόντος καὶ τῶν σημείων παυσαμένων, ὥσπερ λήθην τινὰ ἔλαβον ἐκείνης τῆς πίστεως καὶ ἐπὶ τὴν προτέραν ἀνέδραμον δεισιδαιμονίαν, ἀδύνατον εἶναι λέγοντες ἀνάστασιν ἐκ νεκρῶν ἔσεσθαι ἀνθρώπων καὶ ἄνοδον ἐν τῷ οὐρανῷ. 12.18 ∆ιὰ τοῦτο καὶ βάπτισμα μὲν αὐτοὺς εὑρίσκεις ἔχοντας καὶ τὸ σφαιρικὸν σχῆμα ἔχειν τὸν οὐρανὸν δοξάζοντας πρὸς τὸ τὴν ἀνάστασιν τῶν σωμάτων ἀθετηθῆναι καὶ τὴν ἄνοδον αὐτῶν τὴν ἐν τῷ οὐρανῷ. Ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον παρ' Ἕλλησι καὶ μόνοις εὑρήσει τις φιλοσοφουμένους, τοὺς λόγους καὶ τὰς ἐκλείψεις ὡς ἐπὶ σφαιρικοῦ σχήματος προβαλλομένους ὡς θεῖόν τι μάθημα, εἰς ὃ καὶ ἀπατῶνται καὶ ἀπατῶσι. ∆ιὸ καὶ ἡμεῖς ἐπὶ τὰ σχήματα καὶ τοὺς τόπους τοῦ παντὸς κόσμου καὶ τῶν ἄστρων τὴν περιφορὰν ὁρμήσαντες καὶ ἀντιστρατευσάμενοι πρὸς αὐτοὺς ἐκ τῶν θείων Γραφῶν κατεγράψαμεν, δεικνύναι σπεύδοντες διὰ τούτων πάντων καὶ ...