1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

42

ἐπ' αὐτοῖς λύπης αἴσθησθε, Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτησθε· ἵν' οὕτως οἱ μὲν ἐντραπέντες, εἰς ἐπί γνωσιν ἔλθωσι τῆς οἰκείας κακίας ὑμεῖς δὲ τοῦ ζή λου τοῦ Φινεὲς τὸν μισθὸν ὑποδέξησθε παρὰ τοῦ Σω τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ.}1

{1ΛΟΓΟΣ Θʹ.}1 Χρὴ τὴν προσευχὴν μὴ ἐν συλλαβαῖς ἡμᾶς ἐκπληροῦν, ἀδελφοὶ, ἀλλὰ

προαιρέσει μᾶλλον ψυχῆς, καὶ πράξεσι ταῖς κατ' ἀρετὴν παντὶ τῷ βίῳ παρ εκτεινομέναις. Οὐδὲ γὰρ ἡγούμεθα τὸν Θεὸν τῆς διὰ τῶν λόγων ὑπομνήσεως δεῖσθαι, ἀλλ' εἰδέναι καὶ μὴ αἰτούντων ἡμῶν τὰ χρήσιμα. Ἡ γὰρ θεία ἀκοὴ οὐ φωνῆς δεῖται πρὸς αἴσθησιν· οἶδε γὰρ καὶ ἐν τῷ κινή ματι τῆς καρδίας γνωρίσαι τὰ ἐπιζητούμενα. Ἢ οὐκ ἀκούεις, ὅτι Μωϋσῆς μηδὲν φθεγγόμενος, ἀλλὰ τοῖς ἀλαλήτοις ἑαυτοῦ στεναγμοῖς ἐντυγχάνων τῷ Κυρίῳ, ἠκούετο παρὰ τοῦ Κυρίου λέγοντος· Τί βοᾷς πρὸς μέ; Οἱ δὲ ἐν τῷ βίῳ μὲν μηδὲν κατορθοῦντες, ἐν δὲ τῇ παρατάσει τῆς προσευχῆς νομίζοντες δικαιοῦσθαι, τούτων ἀκουέτωσαν τῶν ῥημάτων· Ὅταν τὰς χεῖ ρας ὑμῶν ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Οὐ γὰρ ἁπλῶς τὰ ῥήματα τῆς προσευχῆς ὠφελεῖ, ἀλλὰ τὸ μετὰ σπουδαίας διαθέσεως ἀναπέμπεσθαι. Ἐπεὶ καὶ Ὁ Φαρισαῖος ταῦτα πρὸς ἑαυτὸν προσηύχετο, οὐχὶ πρὸς τὸν Θεόν· ἐπανήρχετο γὰρ πρὸς ἑαυτὸν, ἐπεί περ ἐν ἁμαρτίᾳ τῆς ὑπερηφανίας ἐγίνετο. ∆ιὰ τοῦτο καὶ ὁ Σωτήρ· Προσευχόμενοι δὲ μὴ βαττολογεῖτε, ὡς καὶ οἱ ἐθνικοί· δοκοῦσι γὰρ, ὅτι ἐν τῇ πολυλο γίᾳ αὐτῶν εἰσακουσθήσονται· καὶ τὸ, Ἐκ πολυ λογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Τοῦτό ἐστι τὸ αἴ τιον τοῦ ἀποστρέφεσθαι τοὺς ὀφθαλμοὺς τοῦ Θεοῦ, ὅταν ἐκταθῶσιν αἱ χεῖρες, διότι τὰ τῆς ἱκετηρίας σύμβολα παροξυσμοῦ εἰσιν ἀφορμαί. Ὥσπερ ἂν εἴ τις υἱόν τινος φονεύσας ἀγαπητὸν, ἔτι ᾑμαγμένας τὰς χεῖρας ἔχων, προτείνοι αὐτὰς τῷ πατρὶ χαλε παίνοντι, δεξιὰν φιλίας αἰτούμενος· ἆρ' οὐχὶ φανὲν τοῦ τέκνου τὸ αἷμα ἐν τῇ χειρὶ τοῦ παιδοφόνου μᾶλ λον εἰς ὀργὴν τὸν ἠδικημένον ἐγείροι; Τοιαῦταί εἰσι καὶ αἱ τῶν Ἰουδαίων εὐχαὶ, ὅταν ἐκτείνωσι τὰς χεῖ ρας τῆς εἰς τὸν μονογενῆ Υἱὸν ἁμαρτίας ἀναμιμνη σκόντων τὸν Θεὸν καὶ Πατέρα, καὶ καθ' ἑκάστην 32.1240 ἔκτασιν τὰς χεῖρας ἑαυτῶν τοῦ αἵματος τοῦ Χριστοῦ πλήρεις ἐπιδεικνυόντων. Οἱ γὰρ ἐπιμένοντες τῇ πω ρώσει, τῆς πατρικῆς μιαιφονίας κληρονόμοι ὑπάρ χουσι. Τὸ γὰρ αἷμα αὐτοῦ, φησὶν, ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. ∆ιὰ παντὸς τοίνυν μέμνησο τοῦ Θεοῦ, ἄνθρωπε, καὶ ἔχε τὸν φόβον αὐτοῦ ἐν τῇ καρδίᾳ σου, καὶ πάν τας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. Με γάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. Καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν τῇ σαρκὶ ταύτην ζωὴν, ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή· καὶ ἀπερχομένοις ἐντεῦθεν, ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν· οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις, καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν, τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. Ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκων, ὅτι ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶ μεν, οὐ μόνον οὐκ ἀποῤῥίψει ἡμᾶς εἰς τὸ παντελὲς, ἀλλ' ἔτι λαλούντων ἡμῖν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι. Τίς γὰρ πιστεύων εἶναι παν ταχοῦ τὸν Θεὸν, καὶ παρεῖναι τοῖς γινομένοις, καὶ ἑκάστῃ πράξει παρεστάναι, καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐνορᾷν· ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέ χεται, ἢ τελεσιουργεῖ τὸ κακόν; Ἀλλ' ἢ μὴ ἐφορᾷν τὸν Θεὸν, ἢ μὴ μέλειν