1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

52

μὲν ἔζης χρόνον, καθηδυπαθῶν, καὶ τῇ τρυ φῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένη τας· ἀποθανόντος δὲ ποία μὲν πρᾶξις; ποῖος δὲ μισθὸς ἐργασίας ὀφείλεται; ∆εῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς ἀντιδόσεις. Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται, οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπανελθὼν στεφανοῦται, οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθίζεται. Οὐ τοίνυν οὐδὲ μετὰ τὴν ζωὴν εὐ σεβεῖ δηλονότι. Ἐὰν γὰρ μέλανι καὶ γράμμασι κατ επαγγέλλῃ τὰς εὐποιίας, τίς ἀναγγελεῖ σοι τὸν και ρὸν τῆς ἐξόδου; τίς ἐγγυητὴς ἔσται τοῦ τρόπου τῆς τελευτῆς; Πόσοι ὑπὸ βιαίων ἀνηρπάσθησαν συμ πτωμάτων, οὐδὲ φωνὴν ῥῆξαι συγχωρηθέντες ὑπὸ τοῦ πάθους! Τί ἀναμένεις καιρὸν, ἐν ᾧ πόλλακις οὐδὲ τῶν λογισμῶν τῶν σεαυτοῦ ἔσῃ κύριος; νὺξ βαθεῖα, καὶ ἡ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ. Εἶτα περιβλεψάμενος ὧδε κἀκεῖσε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε ἐρημίαν, τότε αἰσθήσῃ τῆς ἀβουλίας· τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολὴν, ἐν τῇ ζωῇ μὲν ἀπολαύων τῶν ἡδονῶν, ἀποθανὼν δὲ διαπραττόμενος τὰ διατεταγμένα. Ὅτε ἔζης, σεαυτὸν τῆς ἐντολῆς προετίθης· μετὰ δὲ τὸν θάνατον, τότε τὴν ἐντολὴν τῶν ἐχθρῶν προτιμᾷς. Ἵνα γὰρ μὴ λάβῃ ὁ δεῖνα, λαβέτω, φησὶν, ὁ Χρι στός. Καὶ τί τοῦτο; ἐχθρῶν ἄμυνα, ἢ τοῦ πλησίον ἀγάπη; Μὴ τοίνυν ὀδυρώμεθα τὰς ἐντεῦθεν ἐξόδους, καὶ μάλιστα τῶν ὁσίων ἀνδρῶν, ἀλλὰ τὰς γενέσεις μᾶλ λον καὶ τὰς εἰς τὴν ζωὴν ταύτην παρόδους. Ἡ μὲν γὰρ εἰς τὸν κόσμον τοῦτον εἴσοδος δι' ἀτιμίας ἐστὶ ῥύπου καὶ δυσωδίας, καὶ ὧν οὐδ' ἂν τὴν θέαν εὐκό λως ἀνάσχοιτό τις τῆς ζωῆς ἡμῶν καθηγουμένων. ∆ιὰ γὰρ τῶν τοιούτων ἡ πάροδος τῆς σαρκίνης γε 32.1268 νέσεως τῷ τῆς φύσεως ἀναγκαίῳ νενομοθέτηται· ἡ δὲ ἔξοδος, καὶ ἡ ἐντεῦθεν ἀπαλλαγὴ, τιμία καὶ πε ριφανὴς, οὐ πάντων ἀνθρώπων, ἀλλὰ τῶν ὁσίως καὶ δικαίως τὸν ἐνταῦθα βίον διενεγκόντων. Τίμιος γὰρ ὁ θάνατος, οὐχὶ τιμία τῶν ἀνθρώπων ἡ γένεσις Σπείρεται γὰρ, φησὶν, ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Καὶ ὅτε μὲν Ἰουδαϊκῶς ἀπέθνησκον οἱ ἄνθρωποι, βδε λυκτὰ ἦν τὰ θνησιμαῖα· ὅτε δὲ ὑπὲρ Χριστοῦ ὁ θά νατος, τίμια τὰ λείψανα τῶν ὁσίων αὐτοῦ. Πρὸ τού του ἐλέγετο τοῖς ἱερεῦσι καὶ τοῖς Ναζιραίοις τὸ, Οὐ μιανθήσεται ἐπ' οὐδενὶ τεθνηκότι· καὶ τὸ, Ἐάν τις ἅψηται νεκροῦ, ἀκάθαρτος ἔσται· καὶ τὸ, Πλυ νεῖς σεαυτοῦ τὰ ἱμάτια. Νῦν δὲ ὁ ἁψάμενος ὀστέου μάρτυρος, λαμβάνει τινὰ μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τοῦ σώματος παρεδρευούσης χάριτος. Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Σύγκρινον τοίνυν τῇ γενέσει τὸν θάνατον, καὶ παῦ σαι ὀδυρόμενος τὸν τῆς ἀτιμίας ἀπαλλασσόμενον. ∆ικαίοις μὲν γὰρ συσκιρτᾷν καὶ συναγάλλεσθαι ὁ θεῖος λόγος ἡμῖν ἐπιτρέπει· τοῖς δ' ἐκ μετανοίας ἀφιεῖσι δάκρυον, συμπενθεῖν καὶ συνοδύρεσθαι· καὶ τοὺς ἀναλγήτως διακειμένους ἀποκλαίεσθαι, ὅτι οὐδὲ ἴσασι πῶς ἀπόλλυνται. Οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα, καὶ συνεκβοήσαντα τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. Οὐδὲ γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ βοη θεῖν τοῖς κάμνουσιν, ἑαυτὸν τῶν νοσημάτων ἀνα πιμπλάμενον. Οὕτω καὶ ὁ ∆αβὶδ τὸν φίλον ὀλοφυρό μενος Ἰωνάθαν, συναπεθρήνησε καὶ τὸν ἐχθρὸν ἑαυ τοῦ, Ἀλγῶ ἐπὶ σὲ, λέγων, ἀδελφὲ Ἰωνάθαν· καὶ, Θυγατέρες Ἱερουσαλὴμ, θρηνήσατε ἐπὶ Σαούλ. Τὸν μὲν γὰρ θρηνεῖ, ὡς ἐναποθανόντα τῇ ἁμαρτίᾳ· τὸν δὲ Ἰωνάθαν, ὡς μέχρι παντὸς αὐτῷ κοινωνή σαντα τοῦ βίου. Θάνατοι γὰρ τοῖς ἀνθρώποις ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ Θεοῦ κρίσις, πόῤῥω θεν τὸ περὶ ἕκαστον ἡμῖν συμφέρον προβλεπομένου. Ἀλλὰ παιδὸς ἀγαπητοῦ θάνατος ἐκπιέζει σου τὴν ψυχήν. Καὶ τίς οὕτω λίθινος τὴν καρδίαν, ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως, ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβὰν, ἢ μετρίῳ πάθει τὴν ψυχὴν κα ταληφθῆναι; Οἴκου λαμπροῦ διαδοχὴ, ἔρεισμα γένους, πατρίδος ἐλπὶς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφὲν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὂν,