1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

77

αὐτῶν ἐπιγνώσονται· καὶ ὑμεῖς μετὰ τοὺς ἐλέγχους συγγνώμην ἕξετε παρὰ τῷ Κυρίῳ, ἐκ τῆς τῶν ἁμαρτωλῶν κοινωνίας ἑαυτοὺς ὑποστέλλοντες· καὶ οἱ ἐλέγξαντες μισθὸν ἕξουσιν, ὡς τὴν κεκρυμμένην κακίαν δημοσιεύσαντες. Ἐὰν δὲ πρὸ τῶν ἐλέγχων καταδικάζητε, αὐτοὶ μὲν οὐδὲν ἔσονται ἠδικημένοι, ἐκτὸς τοῦ ζημιωθῆναι τὸ πάντων ἡμῖν τιμιώτατον κτῆμα, τὴν πρὸς ὑμᾶς ἀγάπην· ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθαι, αὐτοὺς οὐκ ἔχοντες, καὶ τῷ Εὐαγγελίῳ δόξετε μάχε σθαι τῷ εἰπόντι· Μὴ ὁ νόμος ὑμῶν κρίνει τὸν ἄν θρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρῶτον καὶ γνῷ τί ποιεῖ; Μὴ ταῦτα, ἀδελφοὶ τιμιώτατοι, μὴ ἀνά σχησθε τούτων, μηδὲ παραλογίσασθε ἡμῶν τὴν πα ράκλησιν ταύτην, ἵνα μὴ φθάσῃ εἰς ἡμᾶς ἡ φοβερὰ τοῦ Κυρίου ἡμῶν προφητεία, εἰπόντος· Ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Ὥσπερ γὰρ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα· οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα, Καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ τὸ μὴ φθονεῖν, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Καὶ ὥσπερ ἰὸς τὸν σίδηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξαναλίσκει. Μᾶλλον δὲ, ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν 32.1341 κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεν νᾶσθαι· οὕτω καὶ ὁ φθόνος τὴν ὠδίνουσαν ψυχὴν πέφυκε διασπᾷν. Ὁ βασκαίνων μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστώνην, εἴ πού τινα ἴδοι καταπεσόντα τῶν φθονουμένων. Οὗτος ὅρος τοῦ μίσους, ἄθλιον ἰδεῖν ἐκ μακαρίου τὸν βασκαινόμενον, ἐλεεινὸν γενέσθαι τὸν ζηλωτόν. Τότε σπένδεται καὶ φίλος ἐστὶν, ὅταν δακρύοντα ἴδῃ, ὅταν πενθοῦντα θεάσηται· καὶ εὐ θυμοῦντι μὲν οὐ συνευφραίνεται, ὀδυρομένῳ δὲ συν δακρύει. Καὶ τὴν μεταβολὴν τοῦ βίου, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε, κατοικτίζεται, οὐχ ὑπὸ φιλανθρωπίας καὶ τοῦ συμπαθὴς εἶναι, ἐξαίρων τῷ λόγῳ τὰ πρό τερα, ἀλλ' ἵνα βαρυτέραν αὐτῷ κατασκευάσῃ τὴν συμφοράν. Τοιοῦτος ἦν ὁ Σαοὺλ, ὃς τῶν εὐεργεσιῶν τὰς ὑπερβολὰς ἀφορμὴν τοῦ πολέμου πρὸς τὸν ∆α βὶδ ἐποιήσατο, καὶ ἐπειρᾶτο δόρατι διαπεῖραι τὸν εὐεργέτην. Σὺν αὐτῷ γὰρ τῷ στρατῷ ἐκ τῶν πολε μίων περισωθεὶς, καὶ τῆς ἐπὶ τῷ Γολιὰθ αἰσχύνης ἀπαλλαγεὶς, αὐτόχειρ γενέσθαι, καὶ ἐξ ἐνέδρας ἀν ελεῖν ἐπεχείρησεν· εἶτα φυγάδα καταστήσας, οὐδὲ οὕ τω τὴν ἔχθραν ἔστησεν, ἀλλὰ τὸ τελευταῖον ἐκστρα τεύσας ἐπ' αὐτὸν τρισχιλίοις λογάσι, τὰς ἐρημίας διηρευνᾶτο. Ὥς γε παρ' αὐτὸν τὸν καιρὸν τῆς δι ώξεως καταληφθεὶς, ἕτοιμος εἰς σφαγὴν προκείμενος τῷ ἐχθρῷ, πάλιν περισωθεὶς ὑπὸ τοῦ δικαίου, ἐπ αγαγεῖν αὐτῷ τὰς χεῖρας διαφυλαξαμένου, οὐδ' ὑπὸ ταύτης τῆς εὐεργεσίας ἐκάμφθη· ἀλλὰ καὶ πάλιν ἐστρατολόγει, καὶ πάλιν ἐδίωκεν, ἕως καὶ δεύτερον ἁλοὺς ὑπὸ τοῦ αὐτοῦ ἐν τῷ σπηλαίῳ, τοῦ μὲν τὴν ἀρε τὴν λαμπροτέραν ἀπέδειξεν, ἑαυτοῦ δὲ τὴν πονηρίαν καταφανεστέραν ἐποίησεν. Οὕτω καὶ περὶ τὸν Ἰω σὴφ οἱ ἀδελφοὶ διατίθενται, οὐκ εἰδότες ὅ τι πράτ τουσιν. Εἰ μὲν γὰρ ἀληθῆ τὰ ἐνύπνια τοῦ Ἰωσὴφ, τίς μηχανὴ μὴ οὐχὶ πάντως ἐκβῆναι τὰ προῤῥηθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνειράτων ὄψεις, ἀντὶ τίνος βασκαίνουσι τῷ σφαλλομένῳ; Ἀλλ' ὄντως ἴδιόν τι πά θος ἐστὶ τοῦ διαβόλου ὁ φθόνος, ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν οὐκ ἐπιδεχόμενος. Ὁ κεφα λαλγῶν λέγει τῷ ἰατρῷ τὴν κεφαλαλγίαν· ὁ φθόνον νοσῶν τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγαθά; Ἡ μὲν ἀλήθεια αὕτη, τὰ δὲ ῥήματα ἕκαστος ἐπαισχύ νεται. Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Ὄντως ἴδιόν ἐστι κακὸν τοῦ διαβόλου ὁ φθόνος. Καθά περ γὰρ τῶν βελῶν τὰ βιαίως φερόμενα, ἐπειδὰν καρτερῷ τινι καὶ ἀντιτύπῳ προσπέσῃ, ἐπὶ τὸν προ έμενον ἐπανέρχεται· οὕτω τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινόμενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου. Πολλὰ μὲν γὰρ ἔνεστι τῇ βασκανίᾳ κακὰ, ἓν δὲ χρήσιμον, ὅτι κακόν ἐστιν αὐ τῷ τῷ κεκτημένῳ, καὶ μᾶλλον δαπανῶν τὴν καρδίαν, ἢ ὁ ἰὸς τὸν σίδηρον. Ὁ γὰρ βασκαίνων, αὐτὸν μὲν τὸν βασκαινόμενον ὀλίγα βλάπτει, ἑαυτὸν δὲ δαπανᾷ τῇ 32.1344 λύπῃ καὶ τῷ στεναγμῷ ἐπὶ τῇ εὐημερίᾳ τοῦ πλησίον, καὶ τὸν μὲν πλοῦτον