1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

62

τὴν τροφὴν εἶχον ἄσπορον καὶ ἀνήροτον· καὶ τὰς πηγὰς ἐχορήγει πέτρα, οὐ πρότερον οὔσας, ἀλλ' ἐκραγείσας ἐπὶ τῆς χρείας. Καὶ σὺ τοίνυν καρτέ ρησον ἐπὶ τῆς συμφορᾶς, ὡς ὁ γενναῖος Ἰὼβ, καὶ μὴ παρατραπῇς ἐκ τοῦ κλύδωνος, μηδὲν ἀποβάλῃς ὧν φέρεις ἀγωγίμων τῆς ἀρετῆς. Ὡς βαρύτιμον ἐνθή κην τὴν εὐχαριστίαν διάσωσον ἐπὶ τῆς ψυχῆς, καὶ λήψῃ καὶ σὺ τῆς εὐχαριστίας τὰ διπλασίονα τὴν τρυφήν. Καίτοι οὐχ ὁ ἀπορῶν τῶν ἀναγκαίων, καρτε ρικός· ἀλλ' ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτε ρῶν τοῖς δεινοῖς. Νοσεῖς; εὐθύμει, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει. Πτωχεύεις; εὐφραίνου, ὅτι Λα ζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ; μακάριος εἶ, ὅτι σου ἡ αἰσχύ νη εἰς δόξαν ἀγγέλου μεταβληθήσεται. Οἰκέτης εἶ; εὐχαρίστει καὶ οὕτως, ἔχεις τὸν σεαυτοῦ ταπεινό τερον· εὐχαρίστει ὅτι ἑνὸς ὑπερέχεις, ὅτι μὴ ἐν τῷ μυλῶνι καταδεδίκασαι, ὅτι μὴ πληγὰς λαμβάνεις. Οὐδένα ἐπιλείψουσιν αἱ τοῦ εὐχαριστεῖν ἀφορμαί. Ξύλῳ ἀδίκως κολάζῃ; τῇ τῶν μελλόντων ἐλπίδι χαῖρε. ∆ικαίως κατεδικάσθης; καὶ οὕτως εὐχαρί στει. Ἐπεὶ δὲ καὶ πράξεις σπουδαῖαι τῶν παλαιῶν ἀνδρῶν, ἢ μνήμης ἀκολουθίᾳ πρὸς ἡμᾶς διασώ ζονται, ἢ ποιητῶν ἢ συγγραφέων φυλαττόμεναι λό γοις, μηδὲ τῆς ἐντεῦθεν ὠφελείας ἀπολειπώμεθα. Οἷον, ἐλοιδόρει τὸν Περικλέα τῶν ἐξ ἀγορᾶς τις ἀνθρώπων· ὁ δὲ οὐ προσεῖχε· καὶ εἰς πᾶσαν διήρ κεσε τὴν ἡμέραν, ὁ μὲν ἀφειδῶς πλύνων αὐτὸν τοῖς ὀνείδεσιν, ὁ δὲ οὐ μέλων αὐτῷ. Εἶτα, ἑσπέρας ἤδη καὶ σκότους ἀπαλλαττόμενον μόλις, ὑπὸ φωτὶ παρέπεμψε Περικλῆς, ὅπως αὐτῷ μὴ διαφθαρῇ τὸ πρὸς φιλοσοφίαν γυμνάσιον. Πάλιν ἔτυπτέ τις τὸν Σωφρονίσκου Σωκράτην εἰς αὐτὸ τὸ πρόσωπον ἐμ πεσὼν ἀφειδῶς· ὁ δὲ οὐκ ἀντῆρεν, ἀλλὰ παρεῖχε τῷ παροινοῦντι τῆς ὀργῆς ἐμφορεῖσθαι, ὥστε ἐξοιδεῖν ἤδη καὶ ὕπουλον αὐτῷ τὸ πρόσωπον ὑπὸ τῶν πληγῶν εἶναι. Ὡς δ' οὖν ἐπαύσατο τύπτων, ἄλλο μὲν οὐδὲν ὁ Σωκράτης ποιῆσαι, ἐπιγράψαι δὲ τῷ μετώπῳ λέ γεται, ὥσπερ ἀνδριάντι τὸν δημιουργόν· Ὁ δεῖνα ἐποίει· καὶ τοσοῦτον ἀμύνασθαι. Εὐκλείδῃ δέ τις τῷ Μεγαρόθεν παροξυνθεὶς, θάνατον ἠπείλησε καὶ ἐπ ώμοσεν· ὁ δὲ ἀντώμοσεν, ἦ μὴν ἱλεώσασθαι αὐτὸν, καὶ παύσειν χαλεπῶς πρὸς αὐτὸν ἔχοντα. Τὸ δὲ τοῦ Κλεινίου, τῶν Πυθαγόρου γνωρίμων ἑνὸς, χαλεπὸν πιστεῦσαι ἀπὸ ταυτομάτου συμβῆναι τοῖς ἡμετέροις, ἀλλ' οὐχὶ μιμησαμένου σπουδῇ. Τί δὲ ἦν ὃ ἐποίησεν ἐκεῖνος; Ἐξὸν δι' ὅρκου τριῶν ταλάντων ζημίαν ἀποφυγεῖν, ὁ δὲ ἀπέτισε μᾶλλον ἢ ὤμοσε, καὶ ταῦτα εὐορκεῖν μέλλων· ἀκούσας, ἐμοὶ δοκεῖν, τοῦ προσ τάγματος τοῦ τὸν ὅρκον ἡμῖν ἀπαγορεύοντος. Καὶ 32.1297 τουτὶ μὲν τὸ τοῦ Κλεινίου, ἀδελφὸν ἐκείνῳ τῷ παρ αγγέλματι· τὸ δὲ τοῦ Εὐκλείδου, τῷ τοῖς διώκουσιν εὔχεσθαι τὰ ἀγαθὰ, ἀλλὰ μὴ ἐπαρᾶσθαι· ὡς ὅγε ἐν τούτοις προπαιδευθεὶς, οὐκ ἔτι ἂν ἐκείνοις ὡς ἀδυ νάτοις διαπιστήσειεν. Ἔστω σοι τοίνυν ἡ ἐντολὴ τοῦ Θεοῦ σύνοικος, οἷόν τι φῶς καὶ διαύγειαν πρὸς τὴν τῶν πραγμάτων διάκρισιν ἀδιαλείπτως παρεχομένη· ἥτις πόῤῥωθεν τὴν τῆς ψυχῆς σου ἐπιστασίαν προ κατασχοῦσα, καὶ τὰς ἀληθεῖς περὶ ἑκάστου δόξας προευτρεπίζουσα, ὑπ' οὐδενὸς ἐάσει σε τῶν προσ πιπτόντων ἀλλοιωθῆναι· ἀλλὰ προσευτρεπισμένον τῇ διανοίᾳ, ὥσπερ τινὰ σκόπελον θαλάσσης γείτονα, ἀσφαλῶς καὶ ἀσείστως τῶν τε βιαίων πνευμάτων καὶ κυμάτων τὰς προσβολὰς ὑπομένειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΜΕΛΛΟΥΣΗΣ ΚΡΙΣΕΩΣ.}1

{1ΛΟΓΟΣ Ι∆ʹ.}1 Ὅταν μέλλῃς ἐπί τινα ὁρμᾷν ἁμαρτίαν, ἐννόη σόν μοι ἐκεῖνο τὸ φρικτὸν καὶ

ἀνύποιστον τοῦ Χρι στοῦ δικαστήριον, ἐν ᾧ προκαθέζεται μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ ἐπηρμένου ὁ κριτὴς, παρέστηκε δὲ πᾶσα ἡ κτίσις ὑποτρέμουσα τὴν