1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

75

ἀντέδωκας σὺ μείζονι ὑπερβολῇ, τὸν προλαβόντα μιμούμενος. Λα βὼν ἐκεῖνος τὴν ἐκ τοῦ λόγου τοῦ ὑβριστικοῦ ἀν τίδοσιν, οὐκ ἔστη τῆς ὁρμῆς, ἀλλ' ἐστράφη, καὶ ἐκορύφωσε τὴν ἑαυτοῦ ἁμαρτίαν· μείζων ἠβουλήθη γενέσθαι ἐκ τοῦ εἰπεῖν τι χαλεπώτερον. Σὺ δεξάμε νος πάλιν, ὑπερυψώθης, καὶ γέγονε κακῶν φιλονει κία. Ὁ δὲ ἐν κακῶν ἁμίλλαις νικῶν, οὗτος ἀθλιώτε ρός ἐστιν. Ἐπειδὰν γὰρ ἅπαξ παρωσάμενον τοὺς λογισμοὺς τὸ τοῦ θυμοῦ πάθος, καὶ τὴν δυναστείαν τῆς ψυχῆς παραλάβῃ, ἀποθηριοῖ παντελῶς τὸν ἄν θρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ· ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ἰὸς, τοῦτο τοῖς παροξυνθεῖσιν ὁ θυμός. Λυσσῶσιν ὥσπερ οἱ κύνες, ᾄττουσιν ὥσπερ οἱ σκορπίοι, δάκνουσιν ὥσπερ οἱ ὄφεις. Ἀγνοοῦσι μὲν γὰρ αὑτοὺς πρῶτον οἱ ὀργιζόμενοι, ἔπειτα καὶ πάντας ὁμοίως τοὺς ἐπιτηδείους. ∆ιὰ θυμὸν καὶ ξί φος ἀκονᾶται, καὶ θάνατος ἀνθρώπου ἐκ χειρὸς ἀν θρωπείας τολμᾶται. ∆ιὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν· γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελά θοντο· καὶ ὥσπερ αἱ χαράδραι πρὸς τὰ κοῖλα συῤ ῥέουσαι τὸ προστυχὸν παρασύρουσιν· οὕτω καὶ αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οἱονεὶ γὰρ οἴστρῳ τῇ μνή μῃ τῶν λελυπηκότων περικεντούμενοι, σφαδάζοντος αὐτοῦ τοῦ θυμοῦ καὶ πηδῶντος, οὐ πρότερον ἀπο 32.1336 λήγουσι, πρὶν ἢ κακόν τι δοῦναι τῷ παροξύναντι. Ὅταν γὰρ ὥσπερ φλὸξ ὕλης ἀφθονίᾳ τοῖς παροξύ νουσιν ὁ θυμὸς ἐξαφθῇ, τότε δὴ, τότε, τὰ οὔτε λό γῳ ῥητὰ, οὔτε ἔργῳ φορητὰ, ἐπιδεῖν ἔστι θεά ματα· χεῖρας μὲν διηρμένας κατὰ τῶν ὁμοφύλων, πόδας δὲ ἀφειδῶς ἐναλλομένους, πᾶν δὲ τὸ φανὲν ὅπλον τῇ μανίᾳ γενόμενον. Ἐὰν δὲ καὶ ἐκ τοῦ ἐναν τίου τὸ ἴσον κακὸν ἀντιστρατευόμενον εὕρωσιν, ὀργὴν ἄλλην καὶ μανίαν ὁμότιμον· οὕτω δὴ συμπε σόντες ἔδρασαν ἀλλήλοις καὶ ἔπαθον, ὅσα εἰκὸς τοὺς ὑπὸ τοιούτῳ δαίμονι στρατηγουμένους παθεῖν. Αἱ γὰρ πρὸς ἀλλήλους λύπαι, καὶ μικροψυχίαι, παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι· προϊόντος δὲ τοῦ χρόνου, ὑπὸ φιλονεικίας αὐξόμε ναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασιν. Ἕως γὰρ ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον αὔξεσθαι. Ἂν τοίνυν ἴδῃς τὸν θυμούμενον τοὺς ὀδόντας παραθήγοντα, ἐνθυμήθητι ὅτι συῒ ἔοικεν ὁ τοιοῦτος, τὸν ἔνδοθεν θυμὸν διὰ τῆς τῶν ὀδόντων παρατρίψεως ὑπεκφαίνων. Ἐν γὰρ ἁμίλλαις πονηραῖς ἀθλιώτε ρος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλέον ἔχων τῆς ἁμαρτίας. Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως. Τί γὰρ τὸν Φινεὲς ἐδικαίωσεν; οὐχ ἡ δικαία ὀργὴ κατὰ τῶν πορνευσάντων; ὃς τὰ πολλὰ ἐπιεικὴς ὢν καὶ πραῢς, ἐπειδὴ εἶδε τὴν πορνείαν τοῦ Ζαμβρῆ καὶ τῆς Μαδιανίτιδος ἀναφανδὸν καὶ ἀπηρυθρια σμένως γινομένην, οὐ συγκαλυπτόντων αὐτῶν τὴν ἀσχήμονα θέαν τῆς αἰσχύνης, οὐκ ἀνασχόμενος, εἰς δέον ἐχρήσατο τῷ θυμῷ, δι' ἀμφοῖν ἐλάσας τὸν σει ρομάστην. Ἡλίας δὲ ὁ ζηλωτὴς, πεντήκοντα καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῆς αἰσχύνης, καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῶν ἄλσεων, ἐσθίοντας τράπεζαν Ἰεζάβελ, λελογισμένῳ θυμῷ καὶ σώφρονι εἰς ὄφελος παντὸς τοῦ Ἰσραὴλ ἐθανάτωσεν. Οὕτω γίνεται πολλάκις ὁ θυμὸς ἀγαθῶν πράξεων ὑπηρέτης. Ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον, ἢ θεραπεύοντα ἕτερον. Τούτους καὶ ἡμεῖς ζηλῶσαι σπουδάσωμεν, καὶ μὴ καθ' ἡμῶν, ἀλλὰ κατὰ τοῦ διαβόλου τὸν θυμὸν ὁπλίζωμεν μόνον, εἴ γε τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν βουλοίμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΦΘΟΝΟΥ ΚΑΙ ΒΑΣΚΑΝΙΑΣ.}1

{1ΛΟΓΟΣ ΙΗʹ}1