1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

68

μύρμηκος φύσιν εἰπάτω· εἶθ' οὕτως φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. Εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω πε ριέλαβες τῇ γνώσει τὴν φύσιν, πῶς τὴν ἀκατάλη πτον τοῦ Θεοῦ δύναμιν μεγαλαυχεῖς φαντάζεσθαι; Τὸ γὰρ οἴεσθαι τοῦ ἐπὶ πάντων Θεοῦ αὐτὴν τὴν οὐσίαν ἐξευρηκέναι, πολλῆς ὑπερηφανίας ἐστὶ καὶ φυσιώσεως· σχεδὸν γὰρ καὶ αὐτὸν ἀποκρύπτουσι τῇ μεγαληγορίᾳ τὸν εἰπόντα· Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου. Οὐχ ὁ μὲν μέγας ∆αβὶδ, ᾧ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς ἑαυτοῦ σοφίας ἐδήλω σεν ὁ Θεὸς, φανερῶς ὁμολογεῖ τῆς γνώσεως τὸ ἀπρό σιτον, λέγων· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ; Ἡσαΐας δὲ, ὁ ἐν θεωρίᾳ τῆς δόξης τοῦ Θεοῦ γενόμενος, τί περὶ τῆς θείας οὐσίας ἐδήλωσεν ἡμῖν; ὅς γε ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ διαμαρτύ ρεται, λέγων· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Τί δὲ τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλος, ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, ὁ ἕως τρίτου ἁρπαγεὶς οὐρανοῦ, ὁ τὰ ἄῤῥητα ἀκούσας ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, τίνα ἡμῖν περὶ οὐσίας Θεοῦ διδα σκαλίαν ἀφῆκεν; Ὅς γε, ὅτε εἰς τοὺς μερικοὺς τῆς οἰκονομίας διέκυψε λόγους, οἱονεὶ ἰλιγγιάσας πρὸς τὸ τῆς θεωρίας ἀδιεξόδευτον, ἐκείνην ἐξεβόησε τὴν φωνήν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώ σεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Εἰ δὲ ταῦτα τοῖς εἰς τὸ τῆς Παύλου γνώσεως πεφθακόσιν ἀνέφικτα, πόσος ὁ τῦφος τῶν ἐπαγγελλομένων εἰδέναι τοῦ Θεοῦ τὴν οὐσίαν; Οὓς ἡδέως ἂν ἐρωτήσαιμι περὶ τῆς γῆς ἐφ' ἧς ἑστᾶσι, καὶ ἀφ' ἧς γεγόνασι, τί ποτε λέγουσι, τίνα αὐτῆς τὴν οὐσίαν ἐπαγγέλλουσιν ἡμῖν· ἵνα ἐὰν ἄρα περὶ τῶν χαμαὶ καὶ ὑπὸ τοῖς ποσὶ κειμένων ἀναντιῤῥήτως ἡμῖν διαλεχθῶσι, τότε αὐτοῖς καὶ περὶ τῶν ἐπέκεινα πάσης ἐννοίας διατεινομένοις πιστεύ σωμεν. Καὶ ὥσπερ φασὶν, ὅτι Ἀδὰμ ἐκ τοῦ Θεοῦ, ἡμεῖς αὐτοὺς ἐρωτήσωμεν, ὁ Θεὸς ἐκ τίνος; ἆρ' οὐ πρόχειρόν ἐστι τῇ ἑκάστου διανοίᾳ ὅτι ἐξ οὐδενός; τὸ δὲ ἐξ οὐδενὸς, τὸ ἄναρχόν ἐστι δηλονότι· τὸ δὲ ἄναρχον, τὸ ἀγέννητον. Ὡς οὖν ἐπ' ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἐκ τινὸς, οὕτως οὐδὲ ἐπὶ Θεοῦ τῶν ὅλων οὐσίαν ἔστιν εἰπεῖν, τὸ ἐξ οὐδενός· ὅπερ ἴσον ἐστὶ τῷ, ἀγέννητος. Ὁ δὲ τὸ ἄναρχον οὐσίαν εἶναι λέγων, παραπλήσιον ποιεῖ, ὥσπερ ἂν εἴ τις ἐρωτώ μενος, τίς ἡ τοῦ Ἀδὰμ οὐσία, καὶ τίς ἡ φύσις αὐτῷ, ὁ δὲ ἀποκρίνοιτο, μὴ ἐκ συνδυασμοῦ ἀνδρὸς καὶ γυ ναικὸς, ἀλλ' ἐκ τῆς θείας χειρὸς διαπλασθῆναι. Ποῖος οὖν ἔτι τρόπος τῆς γνώσεως ὑπολείπεται; ἀποκρι νάσθωσαν ἡμῖν οἱ περιφρονοῦντες μὲν πάντα τὰ ἐν 32.1316 ποσὶ, διαβαίνοντες δὲ τὸν οὐρανὸν, καὶ πάσας τὰς ὑπερκοσμίους δυνάμεις. Εἰ οὐρανοῦ μέγεθος, μέ τρον ἀνθρωπίνης διανοίας ἐκβαίνει· τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα ἐξιχνιάσαι δυνήσεται; Εἰ ὁ τῇ φθορᾷ ὑποκείμενος ἥλιος οὕτω καλὸς καὶ μέγας, ὀξὺς μὲν κινηθῆναι, εὐτάκτους δὲ τὰς περιόδους ἀποδιδοὺς, σύμμετρον μὲν ἔχων τὸ μέγεθος τῷ παντὶ, ὥστε μὴ ἐκβαίνειν τὴν πρὸς τὸ ὅλον ἀναλογίαν· τῷ δὲ κάλλει τῆς φύσεως οἷόν τις ὀφθαλμὸς διαυγὴς ἐμπρέπων τῇ κτίσει· εἰ ἀκόρεστος τούτου ἡ θέα, ποταπὸς τῷ κάλλει ὁ τῆς δικαιοσύνης ἥλιος; Εἰ τυφλῷ ζημία τοῦ τον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς στερηθῆναι; Εἰ γὰρ τὰ πρόσκαιρα τοιαῦτα, ποταπὰ τὰ αἰώνια; Καὶ εἰ τὰ ὁρώμενα οὕ τω καλὰ, ποταπὰ τὰ ἀόρατα, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Ὧν γένοιτο πάντας ἡμᾶς ἐπι τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΓΑΣΤΡΙΜΑΡΓΙΑΣ ΚΑΙ ΜΕΘΗΣ.}1

{1ΛΟΓΟΣ Ι.}1 Μονότροπος ὁ τοῦ χριστιανισμοῦ βίος, ἀγαπη τοὶ, ἕνα σκοπὸν ἔχων, τὴν

δόξαν Θεοῦ. Εἴτε γὰρ ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ