1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

83

παύσῃ τῆς ἀναισθήτου φλεγμονῆς. Τῷ ὄντι γὰρ χαλεπώτατόν ἐστιν ἑαυτὸν ἐπιγνῶναι. Οὐ γὰρ μόνος ὁ ὀφθαλμὸς τὰ ἔξω βλέπων, ἐφ' ἑαυτὸν οὐ κέχρηται τῷ ὁρᾷν· ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νοῦς ὀξέως τὸ ἀλλό τριον ἁμάρτημα βλέπων, βραδύς ἐστι πρὸς τὴν τῶν οἰκείων ἐλαττωμάτων ἐπίγνωσιν, Μὴ βαρὺς ἐν ἐπιτιμήσεσι γίνου, μηδὲ ταχέως, μηδὲ ἐμπαθῶς ἐξ ελέγχων· αὔθαδες γὰρ τὸ τοιοῦτον. Μηδὲ ἐπὶ μικροῖς καταδίκαζε, ὡς ἀκριβοδίκαιος αὐτὸς ὑπάρχων· ἀλλὰ τοὺς ἐν παραπτώματι προσλαμβάνων, πνευμα τικῶς καταρτίζων αὐτοὺς, ὡς ὁ Ἀπόστολος παραινεῖ, Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Εἰ μὲν γὰρ ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμε νοι· εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; Ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. Οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος, οὐδὲ πληροῦντός ἐστιν ἐντο λὴν τοῦ Χριστοῦ, τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. Μή ποτε τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν, καὶ πρὸς ἡμᾶς ἔλθῃ· κἂν μὲν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσω μεν, οὐδὲ τοὺς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίας ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον. Ἐμοὶ τὸ παντελῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται, ἢ τοῖς φιλο δόξοις τὸ διαφαίνεσθαι. Καὶ σὺ τοίνυν τοσαύτην ποιοῦ σπουδὴν μὴ δοξάζεσθαι παρὰ ἀνθρώποις, ὅσην ἕτεροι περὶ τὸ δοξάζεσθαι. Ἀλλὰ προεδρίας ἠξιώθης, καὶ περιέπουσί σε ἄνθρωποι καὶ δοξάζουσι; γίνου τοῖς ὑπηκόοις ἴσος· τὸν γὰρ θέλοντα πρῶτον εἶναι, δοῦ λον εἶναι πάντων ὁ Κύριος ἐκέλευσε. Μωϋσῆς ὁ μέ γας, ὁ πάντα εὐπειθὴς καὶ ὑπήκοος, ὅτε ἀπεστέλλετο πρὸς τὸν λαὸν, ∆έομαι, φησὶ, Κύριε, προχείρισαι ἄλλον ὃν ἀποστελεῖς. ∆ι' ὃ καὶ οἱονεὶ φιλονεικό τερον ἀντέχεσθαι αὐτοῦ τὸν Θεὸν κατεσκεύασεν, αὐτῇ τῇ παραιτήσει καὶ τῇ ὁμολογίᾳ τῆς ἀσθενείας τὸ ἄξιον τοῦ προεστάναι δεικνύς. ∆ιὸ καλῶς ἔχει τὸ παράγγελμα· Μὴ ζήτει γενέσθαι κριτὴς, μήπως οὐκ ἰσχύσῃς ἐξᾶραι ἀδικίας. Ὁ μέντοι προ φητικὸς λόγος τὴν παραίτησιν τῶν ἑλκομένων ἄρχειν, ὑπὸ τῶν στασιαζόντων οὐ καθόλου φησὶ γεγενῆσθαι. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὐκ ἔσομαι ἀρχηγὸς, ἀλλὰ μετὰ προσθήκης· Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου· καὶ τὴν αἰτίαν ἐπήγαγεν, ὅτι Αἱ γλῶσσαι 32.1360 αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς Κύριον ἀπειθοῦσιν. Εἶτα Μωϋσῆς μὲν ἐπὶ περιφάνειαν βίου καὶ λαοῦ προστασίαν τοσούτου καλούμενος, παραιτεῖται· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύ πτου, καὶ ἐξάξω τὸν λαὸν ἐκ τῆς Αἰγύπτου; καὶ πάλιν· ∆έομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ' οὗ ἤρξω λέγειν τῷ θεράποντί σου· καὶ πάλιν· ∆έομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Πορεύου καὶ ὁδήγει τὸν λαὸν τοῦτον, καὶ τὸν ἄγγελόν μου ἐξαποστελῶ ἔμπροσθέν σου. Τί οὖν ὁ Μωϋ σῆς· ∆έομαι, Κύριε, εἰ μὴ αὐτὸς σὺ προπορεύῃ ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν; Ἡσαΐας δὲ οὐδὲν τοιοῦτον ἀκούσας, ἀλλὰ μόνην τὴν χρείαν διδαχθεὶς τῆς ἀποστολῆς, ἑκὼν ἑαυτὸν ἐπέδωκε, καὶ μέσοις ἐνέβη τοῖς δεινοῖς. Τίς οὖν ἡ διάνοια τῶν ἀνδρῶν; Τοῦ μὲν Μωϋσέως, ὅτι ἁμαρτωλὸς ὁ λαὸς, καὶ χρῄ ζει τοῦ ἀφιέντος ἁμαρτίας, ὅπερ ἀγγέλοις ἀδύνατον. Τιμωροὶ μὲν γὰρ τῶν ἁμαρτανομένων ἄγγελοι, συγχωρητικοὶ δὲ τῶν πλημμελουμένων, οὐκ ἔτι· ἐλθέτω οὖν ὁ ἀληθινὸς νομοθέτης, ὁ δυνατὸς Σω τὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας· τοῦ δὲ Ἡσαΐου, ὅτι τῇ ὑπερβολῇ τῆς ἀγάπης, οὐδὲν τῶν μελλόντων ἐπάγεσθαι αὐτῷ παρὰ τοῦ λαοῦ ἐλογί σατο. Τούτων ἑκατέρου τὸν τρόπον ζηλώσωμεν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{1ΠΕΡΙ ΕΥΤΥΧΙΑΣ ΚΑΙ ∆ΥΣΤΥΧΙΑΣ ΚΑΙ ΦΡΟΝΗΣΕΩΣ.}1