1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

12

ψυχὴν προκατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλα στον εἶδος· κἂν πάντες αὑτὴν ὑπὲρ τοῦ ποθουμένου τοξεύωσι, τέρπουσι μᾶλλον ἢ πλήττουσιν. Εἰ γὰρ διὰ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱρούμεθα, καὶ πάντα πόνον εἰς ἀνταπόδο σιν τῶν προσγενομένων ἡμῖν καλῶν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέσθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύ ναται; Αἳ τοσαῦται μὲν εἰσὶ τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν· τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρκεῖν καὶ μίαν ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι. Ὁ δ' οὕτως ἐστὶν ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαιτεῖ, ἀλλ' ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ' οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω), εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβερὰν καταπίπτω, μή ποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ τῆς πρὸς τὰ μά ταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν, ὄνει δος γένωμαι τῷ Χριστῷ. Εἰς ὀνειδισμὸν γὰρ προσ οίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν ὁ διά βολος, καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ ἡμῶν· ὅς γε 32.1149 οὔτε κτίσας ἡμᾶς, οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀλλ' ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπει θείᾳ, καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ. Τοῦτο τὸ ὄνειδος, τὸ κατὰ τοῦ Κυρίου, βαρύτερόν μοι τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται, τῷ ἐχθρῷ τοῦ Χριστοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρσεως κατὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἀναστάντος. Καὶ γὰρ Κύριον τὸν Θεὸν ἀγαπᾷν δεῖ πάσῃ τῇ ἐνυπαρχούσῃ ἡμῖν πρὸς τὸ ἀγαπᾷν δυνάμει, καὶ ἀγαπᾷν καὶ τὸν πλησίον, καὶ ἀγαπᾷν καὶ τοὺς ἐχ θροὺς, ἵνα ὦμεν τέλειοι, μιμούμενοι τὴν χρηστότητα τοῦ ἐν οὐρανοῖς Πατρὸς, τὸν ἥλιον αὐτοῦ ἀνατέλλον τος ἐπὶ πονηροὺς καὶ ἀγαθούς· εἰς ἄλλα δὲ τὴν τοῦ ἀγαπᾷν δύναμιν παραναλίσκειν οὐ συγκεχώρηται. Τὸ γὰρ τῆς ἀγάπης καλὸν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς ἀγάπης περιγράψεται μόνῳ, καταγέλαστόν ἐστι, τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνοις μεταδιδόναι τοῦ ἀγαπᾷν, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας. Εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν ἀγάπης προσχή ματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργά ζεται, σκοπεῖν ὀφείλομεν οἷς ἑαυτοὺς ἀναμίγνυμεν. Εἰ γὰρ ὁ ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ μισεῖται, τί μέγα εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρὰ ἀνθρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Πλὴν οὔτε οἰκοδο μὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων, δυνατὸν, οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι, μὴ συνδεδεμέ νην τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγάπης. Καὶ γὰρ οὐδὲν οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοι νωνεῖν ἀλλήλοις, καὶ χρῄζειν ἀλλήλων, καὶ ἀγαπᾷν τὸ ὁμόφυλον. Πλέον γὰρ ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα, ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. Ὅταν γὰρ πρὸς αὐτὰ ἀπίδω τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲ ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; Οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε, μὴ συνυποστηρίζοντος τοῦ ἑτέ ρου· οὔτε ὀφθαλμὸς ὑγιῶς ἴδοι, μὴ κοινωνὸν ἔχων τὸν ἕτερον, καὶ μετ' αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. Καὶ ἀκοὴ ἀκριβεστέρα, ἡ δι' ἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη· καὶ ἀντίληψις κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων. Καὶ ἁπαξ απλῶς, οὐδὲν οὔτε τῶν ἐκ φύσεως, οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ, ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον· ὅπου γε καὶ αὐτὴ ἡ προσευχὴ, μὴ ἔχουσα τοὺς συμφωνοῦντας, ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς. Νουθετείτω σε τῶν νυκτερίδων τὸ φιλάλληλον, αἳ ὥσπερ ὁρμαθὸς ἀλλή λων ἔχονται· καὶ μὴ τὸ ἀπεσχισμένον καὶ ἰδιάζον 32.1152 τοῦ κοινωνικοῦ καὶ ἡνωμένου ἡγοῦ προτιμότερον. Οὐδὲν γὰρ ἡμᾶς χωρίζει ἀπ' ἀλλήλων, ἐὰν μὴ τῇ προαιρέσει τὸν χωρισμὸν ὑποστῶμεν. Εἷς ἡμῶν Κύ ριος, μία πίστις, ἐλπὶς ἡ αὐτή. Εἴτε οὖν κεφαλὴν ἑαυτοὺς λογίζεσθε, οὐ δύναται ἡ κεφαλὴ εἰπεῖν τοῖς ποσί· Χρείαν ὑμῶν οὐκ ἔχω· εἴτε καὶ ἐν ἄλλῃ τάξει ἑαυτοὺς τάσσετε, οὐ δύνασθε τοῖς ἐν τῷ αὐτῷ σώ ματι κατατεταγμένοις λέγειν τὸ, Χρείαν